<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="16"><p>τὰς γὰρ διπλᾶς
καὶ ἀμφιβόλους ὅταν ἐξαπλοῖ λέξεις καὶ τὰς διὰ τῶν σοφισμάτων
πιθανότητας ἐπιλύῃ καὶ τὴν εὐπαράγωγον ἀπάτην, μέγιστον ψυχῆς
δέλεαρ καὶ ἐπιζήμιον, ἀναιρῇ διὰ λόγων ἐμφαντικωτάτων καὶ ἀποδείξεων <lb n="10"/>
ἀνενδοιάστων, ὥσπερ κηρὸν λελειασμένον τὸν νοῦν ἀπεργάζεται ἕτοιμον
δέχεσθαι τούς τε φυσιολογίας καὶ τοὺς ἠθοποιίας ἀσινεῖς καὶ πάνυ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="17"><p> δοκίμους χαρακτῆρας. <milestone unit="altref" n="4"/> ταῦτ’ οὖν ἡ ψυχῆς ἐπαγγελλομένη γεωργικὴ
προκηρύττει· τὰ ἀφροσύνης δένδρα καὶ ἀκολασίας ἀδικίας τε καὶ δειλίας
πάντ’ ἐκκόψω, ἐκτεμῶ καὶ τὰ ἡδονῆς καὶ ἐπιθυμίας ὀργῆς τε καὶ θυμοῦ <lb n="15"/>
καὶ τῶν παραπλησίων παθῶν, κἂν ἄχρις οὐρανοῦ μηκύνηται, τὰ φυτά,
ἐπικαύσω καὶ τὰς ῥίζας αὐτῶν ἐφιεῖς’ ἄχρι τῶν ὑστάτων τῆς γῆς
φλογὸς ῥιπήν, ὡς μηδὲν <milestone unit="altpage1" n="p. 303 M."/>  μέρος ἀλλὰ μηδ’ ἴχνος ἢ σκιὰν ὑπολειφθῆναι
 τὸ παράπαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="18"><p>ἀνελῶ μὲν δὴ ταῦτα, φυτεύσω δὲ ταῖς μὲν ἐν ἡλικίᾳ
παιδικῇ ψυχαῖς μοσχεύματα, ὧν ὁ καρπὸς αὐτὰς τιθηνήσεται — ἔστι <lb n="20"/>
δὲ ταῦτα ἡ τοῦ γράφειν καὶ ἀναγινώσκειν εὐτρόχως ἐπιτήδευσις, ἡ τῶν
παρὰ σοφοῖς ποιηταῖς ἀκριβὴς ἔρευνα, γεωμετρία καὶ ἡ περὶ τοὺς
ῥητορικοὺς λόγους μελέτη καὶ ἡ σύμπασα τῆς ἐγκυκλίου παιδείας
<note xml:lang="mul" type="footnote"><lb/>2 φύλλοις D παραβάλλοντας AUF: παραβάλοντας M, παραβαλόντας GH, παραβαλόντες D 2.
<lb/>3 ὧν—φυτά om. D
<lb/>3 δ’ αὖ] δὲ D φραγμῶν M
<lb/>5 ἐπὶ τῶ MGHL1: ἐπὶ τὸ Α, om. UFL2 σίνεσθαι AU: σίνεσθαι καὶ FL2, γίνεσθαι M, γενέσθαι GHL1 παρεισφέρεσθαι Α
<lb/>6 μέρος] γένος UF φιλοσοφία Α 
<lb/>7 δυοῖν Α
<lb/>8 ἀναμφιβόλους U τὰς om. F
<lb/>9 ἐπιλύει F 
<lb/>10 ἀναιρεῖ GUFH1 ἐμφατικωτάτων M
<lb/>11 γὰρ post ὥσπερ add. Α λελειωμένον UF
<lb/>12 δέχεσθαι UFH: δέχρῆσαι UFH: δὲ χρῆσθαι Α τοὺς post καὶ om. UF καὶ UF: καθὰ καὶ ceteri, κάρτα καὶ Turn. 
<lb/>13 ταῦτ’ οὖν] ταὐτὸν MA ἡ] ἢ MH1 ἐπαγγελλομένης MH γεωρκικὴν Η2
<lb/>15 καὶ post ἐκκόψω add. G ἐκτέμω MU
<lb/>16 μηκύνηται scripsi: μηκύνῃ codd.
<lb/>17 ἐφιεὶς codd. ἐφιεῖσα v βαθυτάτων coni. Mang. 
<lb/>18 ῥιπῆ UF
<lb/>19 ἀνέλωμεν U
<lb/>21 εὐτρόχως UF: ἐπιοχως M, εὐστόχως GH, om. Α
<lb/>22 γεωμετρία UF: γεωμετρίας ceteri; ἡ γεωμετρία coni. Colin
<lb/>23 συμπάσης UF παιδείας] φιλοσοφίας UF 23. 99,1 παιδεία μουσικῆς coni. Cohn</note> <note xml:lang="mul" type="footnote"><lb/>1 cf. Zeller, Hist. philos. gr. ΙΙΙ
<lb/>1 p. 62.</note>  

<pb n="v.2.p.99"/>
μουσική —, ταῖς δὲ νεανιευομέναις καὶ ἀνδρουμέναις ἤδη τὰ ἀμείνω καὶ
τελεώτερα, τὸ φρονήσεως φυτόν, τὸ ἀνδρείας, τὸ σωφροσύνης, τὸ
δικαιοσύνης, τὸ ἀρετῆς ἁπάσης.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="19"><p>ἂν μέντοι τι καὶ τῶν τῆς ἀγρίας λεγομένης ὕλης ἐδώδιμον μὲν μὴ φέρῃ καρπόν, δύνηται δὲ ἐδωδίμου
<lb n="5"/> φραγμὸς εἶναι καὶ φυλακτήριον, καὶ τοῦτο ταμιεύσομαι, οὐ δι’ ἑαυτό,
ἀλλ’ ὅτι ὑπηρετεῖν ἀναγκαίῳ καὶ χρησίμῳ σφόδρα πέφυκε. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="20"><p><milestone unit="altref" n="5"/> διὰ τοῦτο ὁ πάνσοφος Μωυσῆς τῷ μὲν δικαίῳ τὴν τῆς ψυχῆς γεωργικὴν
ὡς ἐναρμόνιον καὶ ἐπιβάλλουσαν τέχνην ἀνατίθησι λέγων „ἤρξατο Νῶε
ἄνθρωπος εἶναι γεωργός“, τῷ δὲ ἀδίκῳ τὴν ἄνευ ἐπιστήμης φέρουσαν
<lb n="10"/> ἄχθη βαρύτατα γῆς ἐργασίαν· „Κάιν“</p></div></div></body></text></TEI>