τὰς γὰρ διπλᾶς καὶ ἀμφιβόλους ὅταν ἐξαπλοῖ λέξεις καὶ τὰς διὰ τῶν σοφισμάτων πιθανότητας ἐπιλύῃ καὶ τὴν εὐπαράγωγον ἀπάτην, μέγιστον ψυχῆς δέλεαρ καὶ ἐπιζήμιον, ἀναιρῇ διὰ λόγων ἐμφαντικωτάτων καὶ ἀποδείξεων ἀνενδοιάστων, ὥσπερ κηρὸν λελειασμένον τὸν νοῦν ἀπεργάζεται ἕτοιμον δέχεσθαι τούς τε φυσιολογίας καὶ τοὺς ἠθοποιίας ἀσινεῖς καὶ πάνυ δοκίμους χαρακτῆρας. ταῦτ’ οὖν ἡ ψυχῆς ἐπαγγελλομένη γεωργικὴ προκηρύττει· τὰ ἀφροσύνης δένδρα καὶ ἀκολασίας ἀδικίας τε καὶ δειλίας πάντ’ ἐκκόψω, ἐκτεμῶ καὶ τὰ ἡδονῆς καὶ ἐπιθυμίας ὀργῆς τε καὶ θυμοῦ καὶ τῶν παραπλησίων παθῶν, κἂν ἄχρις οὐρανοῦ μηκύνηται, τὰ φυτά, ἐπικαύσω καὶ τὰς ῥίζας αὐτῶν ἐφιεῖς’ ἄχρι τῶν ὑστάτων τῆς γῆς φλογὸς ῥιπήν, ὡς μηδὲν μέρος ἀλλὰ μηδ’ ἴχνος ἢ σκιὰν ὑπολειφθῆναι τὸ παράπαν. ἀνελῶ μὲν δὴ ταῦτα, φυτεύσω δὲ ταῖς μὲν ἐν ἡλικίᾳ παιδικῇ ψυχαῖς μοσχεύματα, ὧν ὁ καρπὸς αὐτὰς τιθηνήσεται — ἔστι δὲ ταῦτα ἡ τοῦ γράφειν καὶ ἀναγινώσκειν εὐτρόχως ἐπιτήδευσις, ἡ τῶν παρὰ σοφοῖς ποιηταῖς ἀκριβὴς ἔρευνα, γεωμετρία καὶ ἡ περὶ τοὺς ῥητορικοὺς λόγους μελέτη καὶ ἡ σύμπασα τῆς ἐγκυκλίου παιδείας 2 φύλλοις D παραβάλλοντας AUF: παραβάλοντας M, παραβαλόντας GH, παραβαλόντες D 2. 3 ὧν—φυτά om. D 3 δ’ αὖ] δὲ D φραγμῶν M 5 ἐπὶ τῶ MGHL1: ἐπὶ τὸ Α, om. UFL2 σίνεσθαι AU: σίνεσθαι καὶ FL2, γίνεσθαι M, γενέσθαι GHL1 παρεισφέρεσθαι Α 6 μέρος] γένος UF φιλοσοφία Α 7 δυοῖν Α 8 ἀναμφιβόλους U τὰς om. F 9 ἐπιλύει F 10 ἀναιρεῖ GUFH1 ἐμφατικωτάτων M 11 γὰρ post ὥσπερ add. Α λελειωμένον UF 12 δέχεσθαι UFH: δέχρῆσαι UFH: δὲ χρῆσθαι Α τοὺς post καὶ om. UF καὶ UF: καθὰ καὶ ceteri, κάρτα καὶ Turn. 13 ταῦτ’ οὖν] ταὐτὸν MA ἡ] ἢ MH1 ἐπαγγελλομένης MH γεωρκικὴν Η2 15 καὶ post ἐκκόψω add. G ἐκτέμω MU 16 μηκύνηται scripsi: μηκύνῃ codd. 17 ἐφιεὶς codd. ἐφιεῖσα v βαθυτάτων coni. Mang. 18 ῥιπῆ UF 19 ἀνέλωμεν U 21 εὐτρόχως UF: ἐπιοχως M, εὐστόχως GH, om. Α 22 γεωμετρία UF: γεωμετρίας ceteri; ἡ γεωμετρία coni. Colin 23 συμπάσης UF παιδείας] φιλοσοφίας UF 23. 99,1 παιδεία μουσικῆς coni. Cohn 1 cf. Zeller, Hist. philos. gr. ΙΙΙ 1 p. 62. μουσική —, ταῖς δὲ νεανιευομέναις καὶ ἀνδρουμέναις ἤδη τὰ ἀμείνω καὶ τελεώτερα, τὸ φρονήσεως φυτόν, τὸ ἀνδρείας, τὸ σωφροσύνης, τὸ δικαιοσύνης, τὸ ἀρετῆς ἁπάσης. ἂν μέντοι τι καὶ τῶν τῆς ἀγρίας λεγομένης ὕλης ἐδώδιμον μὲν μὴ φέρῃ καρπόν, δύνηται δὲ ἐδωδίμου φραγμὸς εἶναι καὶ φυλακτήριον, καὶ τοῦτο ταμιεύσομαι, οὐ δι’ ἑαυτό, ἀλλ’ ὅτι ὑπηρετεῖν ἀναγκαίῳ καὶ χρησίμῳ σφόδρα πέφυκε. διὰ τοῦτο ὁ πάνσοφος Μωυσῆς τῷ μὲν δικαίῳ τὴν τῆς ψυχῆς γεωργικὴν ὡς ἐναρμόνιον καὶ ἐπιβάλλουσαν τέχνην ἀνατίθησι λέγων „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργός“, τῷ δὲ ἀδίκῳ τὴν ἄνευ ἐπιστήμης φέρουσαν ἄχθη βαρύτατα γῆς ἐργασίαν· „Κάιν“