<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="156"><p>καὶ μὴν εὔλογον μὴ μόνον ὅσα τοῖς ἀστρατεύτοις <lb n="15"/>
πρόσεστιν, ἀλλὰ καὶ αὐτοὺς ἐκείνους ἐχθρῶν κεκρατηκότων
γενέσθαι κτήματα· τοῖς δέ γε ἀποθνῄσκουσιν ὑπὲρ τῆς κοινῆς σωτηρίας,
καὶ εἰ μηδενὸς ἀπώναντο πρότερον τῶν κατὰ τὴν οὐσίαν, ἡδίστη
τελευτὴ γίνεται λογιζομένοις ὅτι πρὸς οὓς ηὔξαντο διαδόχους τὴν οὐσίαν
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="157"><p> ἐλθεῖν ἔρχεται. <milestone unit="altref" n="36"/> τὸ μὲν οὖν τοῦ νόμου ῥητὸν τοσαύτας καὶ ἔτι <lb n="20"/>
πλείους ἐπισκέψεις ἴσως ἔχει. ὡς δὲ μηδεὶς εὑρεσιλογῶν θρασύνηται
τῶν κακοτεχνούντων, ἀλληγοροῦντες φήσομεν ὅτι πρῶτον μὲν οὐ μόνον
οἴεται δεῖν ὁ νόμος περὶ τὴν τῶν ἀγαθῶν πονεῖσθαί τινα κτῆσιν, ἀλλὰ
καὶ περὶ τὴν τῶν κτηθέντων ἀπόλαυσιν, καὶ τό γε εὐδαιμονεῖν ἀρετῆς
χρήσει τελείας περιγενέσθαι νομίζει σῷον καὶ παντελῆ περιποιούσης βίον· <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 τἀπιλήνι’ ἄγοντες Η: τὰ πηλινιάγοντες M, τὰ ras. πιλήνια ἄγοντες G, τὰ πήλινα ἂγοντεσ Α ἢ] οἱ Α
<lb/>3 τοῖχον G1 .3 ἀλλ’ in ras. H: om. ceteri ἔργον ἐν ἔτει A δ’ Η2. om. ceteri
<lb/>6 πάντα δρᾶν MAGH1, πάντα ἐᾶν Η2, παλίμφημα conicio, πάντως ἂν (om. ἡ) Turn., ταῦτα δρᾶν <add>αἴσχιστον</add> coni. Cohn ἡ] εἰ A 6.
<lb/>7 οὐχ ὁ H2: om. ceteri
<lb/>7 οὐ] ἐκ H2 γένους Η2: γένος ceteri
<lb/>8 ἐμπεφώλευται Α
<lb/>10 αἰρομένων G: αἰρομένων MH1, αἱρουμένων AH2, ἀραμένων coni. Mang.
<lb/>11 ἀτιθάσσους Α
<lb/>13 πότερον GH2; πρότερον MAH1
<lb/>14 ἢ scripsi: ἡ codd. 14.
<lb/>15 ἢ—εὔηθες om. Α τοὺς et ἀφεστῶτας Turn.
<lb/>14 οὕτω H 
<lb/>15 μόνον ὅσα in ras. Η2
<lb/>10 post πρόσεστιν add. ὑπομένειν vel similc verbum Mang.
<lb/>18 post μηδενὸς add. ἀπήλαυσαν Η2 ἀπώναντο Cohn: ἀφ’ ὧν ἄν τὸ codd. post πρότερον add. εἶχον H2
<lb/>20 ἔρχεται Mang.: εὔχεται MAG, ἔτυχε in ras. <lb n="2"/> ῥητόν H2: ῥητέον ceteri ἔτι GH2: ἐπὶ MAH1
<lb/>21 ἐπισκέψεις MAH1: ἐπισκήψεις GH2 ἔχει Mang. ex cod. Coll. Nov. 143: ἔχειν codd. εὑρεσιλόγων M, εὑρέσει λόγων Α
<lb/>22 οὐ GH2: om. MAH1
<lb/>25 νομίζειν coni. Mang.</note>  

<pb n="v.2.p.127"/>
ἔπειθ’ ὅτι οὐ περὶ οἰκίας ἢ ἀμπελῶνος ἢ τῆς καθ’ ὁμολογίας ἐγγυηθείσης γυναικός ἐστιν ὁ λόγος αὐτῷ, ὅπως τὴν μὲν ὡς μνηστὴρ
ἀγάγηται, τοῦ δ’ ἀμπελῶνος τὸν καρπὸν ὁ φυτουργὸς ἀποδρεψάμενος
καὶ ἀποθλίψας, εἶτ’ ἐμπιὼν μεθύσματος ἀκράτου γανωθῇ, τὴν δ’
<lb n="5"/> οἰκίαν ὁ ἀναδειμάμενος οἰκήσῃ, ἀλλὰ περὶ τῶν κατὰ ψυχὴν δυνάμεων,
δι’ ὧν συμβέβηκεν ἀρχάς τε λαμβάνειν καὶ προκοπὰς καὶ τελειότητας
ἐν πράξεσιν ἐπαινεταῖς·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="158"><p>αἱ μὲν τοίνυν ἀρχαὶ περὶ μνηστῆρα φιλοῦσι γίνεσθαι—καθάπερ γὰρ ὁ μνώμενος γυναῖκα μέλλων ἐπὰν ἀνὴρ οὐ γεγονὼς
ἤδη, τὸν αὐτὸν τρόπον ὁ εὐφυὴς εὐγενῆ μὲν καὶ καθαρὰν ἄξεσθαι
<lb n="10"/> παρθένον, παιδείαν, ἐλπίζει, μνᾶται δ’ αὐτίκα—, αἱ δὲ προκοπαὶ περὶ
γεωργόν—ὡς γὰρ ἐπιμελὲς τῷ φυτουργῷ τὰ δένδρα αὔξεσθαι, καὶ τῷ
φιλομαθεῖ τὰ φρονήσεως θεωρήματα ποιῆσαι μηκίστην λαβεῖν ἐπίδοσιν —,
αἱ δὲ τελειότητες περὶ δημιουργίαν οἰκίας τελειουμένης μέν, οὔπω δὲ
πῆξιν λαβούσης. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="159"><p><milestone unit="altref" n="37"/> ἁρμόττει δὴ πᾶσι τούτοις, ἀρχομένοις, προκόπτουσι, <lb n="15"/> τετελειωμένοις, βιοῦν ἀφιλονείκως καὶ μὴ τῷ τῶν σοφιστῶν
ἐπαποδύεσθαι πολέμῳ δύσεριν ταραχὴν ἐπὶ νοθείᾳ τἀληθοῦς ἀεὶ μελετώντων· ἐπειδὴ τἀληθὲς εἰρήνῃ φίλον,  <milestone unit="altpage2" n="p. 325 M."/> ἣ δυσμενὴς αὐτοῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="160"><p>εἰ γὰρ εἰς τοῦτον ἀφίξονται τὸν ἀγῶνα πρὸς ἐμπειροπολέμους ἰδιῶται, παντελῶς
ἁλώσονται· ὁ μὲν ἀρχόμενος, <add>ὅτι</add> ἄπειρος, ὁ δὲ προκόπτων, ὅτι
<lb n="20"/> ἀτελής, ὁ δὲ τέλειος, ὅτι οὔπω ἄτριβος ἀρετῆς· δεῖ δ’ ὥσπερ τὰ κονιάματα
στηριχθῆναι βεβαίως καὶ λαβεῖν πῆξιν, οὕτως τὰς τῶν τελειωθέντων ψυχὰς
κραταιωθείσας παγιώτερον ἱδρυθῆναι μελέτῃ συνεχεῖ καὶ γυμνάσμασιν ἐπαλλήλοις.
</p></div></div></body></text></TEI>