<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="151"><p>ἀλλὰ τὸ τῶν ἄλλων συμμάχων πλῆθος καὶ τὸν ὑπὲρ τούτων ἀγῶνα προθύμως ἀναδέξεται; πρῶτον μὲν ἄτοπον ἐπὶ ταῖς ἑτέρων
σπουδαῖς ἢ τύχαις ὁρμεῖν, καὶ μάλιστα ὅτε περὶ ἀναστάσεως καὶ
<lb n="15"/> ἀνδραποδισμοῦ καὶ πορθήσεως ἴδιός τε καὶ κοινὸς ἐπικρέμαται κίνδυνος,
δυναμένους συνδιαφέρεσθαι τὰ τοῦ πολέμου καὶ μήθ’ ὑπὸ νόσου μήθ’
ὑπὸ γήρως μήθ’ ὑπ’ ἄλλης κακοπραγίας μηδεμιᾶς κωλυομένους.
ἁρπάσαντας γὰρ δεῖ τὰ ὅπλα ἐν ταῖς πρώταις φάλαγξι τούτους καὶ
ὑπερέχειν τῶν συμμάχων τὰς ἀσπίδας ἐκθύμως καὶ φιλοκινδύνως
<lb n="20"/> μαχομένους. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="152"><p><milestone unit="altref" n="35"/> ἔπειτ’ οὐ προδοσίας μόνον, ἀλλὰ καὶ πολλῆς ἀναλγησίας ἐξενηνοχότες ἂν εἶεν δείγματα, εἰ οἱ μὲν ἄλλοι προπολεμήσουσιν,
αὐτοὶ δὲ πρὸς τοῖς οἰκείοις πράγμασιν ἔσονται, καὶ οἱ μὲν τοὺς
ὑπὲρ τῆς ἐκείνων σωτηρίας ἀγῶνας ἀναρρίπτειν θελήσουσιν, οἱ δὲ
οὐδὲ τοὺς ὑπὲρ ἑαυτῶν ἀναδέξονται, καὶ οἱ μὲν ἀσιτίας καὶ χαμευνίας
<lb n="25"/> καὶ τὰς ἄλλας σώματός τε καὶ ψυχῆς κακώσεις ἄσμενοι διὰ τὸν τοῦ
νικῆσαι πόθον καρτερήσουσιν, οἱ δὲ κονιάματα καὶ λήρους, κόσμον
ἄψυχον, οἰκίαις περιτιθέντες ἢ τὴν κατ’ ἀγροὺς ὀπώραν δρεπόμενοι
<note xml:lang="mul" type="footnote"><lb/>3 περιπεποίηνται] πέρι s. s. Η2
<lb/>4 καὶ] κὰν Mang. καὶ πάντως εἰ ἐν βαρύτητι Α κουφότατοι G1
<lb/>6 παρ’ ὅσον codd.
<lb/>9 πείσονται H2: om. ceteri
<lb/>10 τρυφόντων GH τοὺς τὰ] τὰς Α τοῦ om. Η1
<lb/>11 ἐχθροὺς om. L ἀκονιτὶ M: ἀκονητὶ AGH
<lb/>14 ὁρμὴν A
<lb/>16 δυναμένους MA: δυναμένοις GH ὑπὸ νόσου μήθ’ om. G
<lb/>17 κωλυομένους codd.: κωλυομένοις Mang.
<lb/>18 δεῖ] δὴ Α, ἔδει conicio τούτους H2: ταύταις ceteri, αὐτ·αῖς conicio
<lb/>19 ὑπερέχων Α 
<lb/>20 ἔπειτ’ οὐ MG2H: ἐπεὶ τοῦ G1, ἐπεὶ τὰ Α
<lb/>21 ἄν G2: om. ceteri 21.
<lb/>22 προπολεμήσωσιν Α, πολεμοῦσι L
<lb/>22 τοὺς om. Α
<lb/>23 ἀνερρείπτειν Α 
<lb/>24 τοὺς] τὰς Α ἀναδείξονται Α
<lb/>20 κλήρους Α
<lb/>27 οἰκίας Α περιτιθέντες H: περιτιθέντας MAG ἢ] οἱ Α κατ’ ἀγροὺς G2H: καταγρῶτ᾿ M, καταγροτ G1, κατ’ ἀγρῶ τὲ Α σπορὰν H</note>  

<pb n="v.2.p.126"/>
καὶ τἀπιλήνῐ ἄγοντες ἢ ταῖς ὁμολογηθείσαις ἔκπαλαι παρθένοις νῦν
πρῶτον εἰς ὁμιλίαν ἐρχόμενοι καὶ συνευναζόμενοι ὡς ἐν ἐπιτηδειοτάτῳ
 τοῦ γαμεῖν καιρῷ διατελοῦσι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="153"><p>καλόν γε τοίχων ἐπιμελεῖσθαι, προσόδους
ἐκλέγειν, ἑστιᾶσθαι, μεθύειν, θαλαμεύεσθαι, νυμφοστολεῖσθαι τὰς
γεγηρακυίας καὶ σαπράς, τὸ λεγόμενον, ἀλλ’ εἰρήνης ἔργα, ἐν δ’ ἔτι <lb n="5"/>
 ἡβῶντός τε καὶ ἀνθοῦντος ἀκμῇ πολέμου πάντα δρᾶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="154"><p>ἢ τούτων οὐχ
ὁ πατήρ, οὐκ ἀδελφός, οὐ τῶν ἀφ’ αἵματος οὐδείς, οὐ γένους
ἐστράτευται, ἀλλὰ πανοίκιος αὐτοῖς ἐμπεφώλευκεν <milestone unit="altpage1" n="p. 324 M."/>  ἡ δειλία; ἀλλὰ πάντως
εἰσὶ μυρίοι τῶν συγγενῶν ἀγωνιζόμενοι. τούτων οὖν τὸν ὑπὲρ τῆς
ψυχῆς κίνδυνον αἰρομένων οἱ χλιδῶντες καὶ ἁβροδιαίτως ζῶντες τίνας <lb n="10"/>
 οὐκ ἂν ἀτιθάσους θῆρας δι’ ὑπερβολὴν ὠμότητος παραδράμοιεν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="155"><p>ἀλλὰ
χαλεπὸν τὸ ἑτέρους ἀπονητὶ τῶν ἡμετέρων ἀπολαῦσαι πόνων. καὶ
πότερον χαλεπώτερον ἐχθροὺς ἔτι ζώντων ἢ φίλους καὶ συγγενεῖς
τετελευτηκότων ἐπὶ τὸν κλῆρον ἐλθεῖν; ἢ καὶ τὸ συγκρίνειν τὰ οὕτως
 μακρὰν ἀφεστῶτα εὔηθες;</p></div></div></body></text></TEI>