ἁπλῶν τὰ μὲν συνημμένα, τὰ δὲ παρασυνημμένα τὸ μᾶλλον ἢ ἧττον, καὶ προσέτι δὲ διεζευγμένα καὶ ἄλλα τοιουτότροπα, ἔτι δ’ ἀληθῆ τε καὶ ψευδῆ καὶ ἄδηλα, δυνατά τε καὶ ἀδύνατα [καὶ τὰ μὲν φθαρτὰ καὶ ἄφθαρτα] καὶ ἀναγκαῖα καὶ οὐκ ἀναγκαῖα, καὶ εὔπορά τε καὶ ἄπορα καὶ ὅσα συγγενῆ τούτοις· πάλιν δὲ τῶν ἀτελῶν αἱ εἰς τὰ λεγόμενα κατηγορήματα καὶ συμβεβηκότα καὶ ὅσα τούτων ἐλάττω διαιρέσεις προσεχεῖς. κἂν ἔτι παραθήξας ὁ νοῦς εἰς τὸ λεπτότερον ἑαυτόν, καθάπερ ἰατρὸς τὰ σώματα, τὰς τῶν πραγμάτων φύσεις ἀνατέμνῃ, πλέον οὐδὲν πρὸς ἀρετῆς κτῆσιν ἐργάσεται, ἀλλὰ διχηλήσει μὲν διαστέλλειν καὶ διακρίνειν ἕκαστα δυνάμενος, οὐ μηρυκηθήσεται δέ, ὡς ὠφελίμῳ χρῆσθαι τροφῇ κατὰ τὰς ὑπομνήσεις τὴν ἐξ ἁμαρτημάτων ἐπιγεγενημένην τραχύτητα ψυχῇ λεαινούσῃ καὶ προσηνῆ καὶ λείαν τῷ ὄντι κίνησιν ἀπεργαζομένῃ. μυρίοι οὖν τῶν λεγομένων σοφιστῶν θαυμασθέντες κατὰ πόλεις καὶ τὴν οἰκουμένην σχεδὸν ἅπασαν ἐπὶ τιμὴν ἐπιστρέψαντες ἕνεκα ἀκριβολογίας καὶ τῆς περὶ τὰς εὑρέσεις δεινότητος ἀνὰ κράτος τοῖς πάθεσι ἐγκατεγήρασαν καὶ ἐγκατέτριψαν τὸν βίον οὐδὲν ἰδιωτῶν ἠμελημένων καὶ φαυλοτάτων διενεγκόντες ἀνθρώπων· διὸ καὶ παγκάλως τοὺς οὕτω βιοῦντας τῶν σοφιστῶν ὁ νομοθέτης τῷ συῶν παραβάλλει γένει διαυγεῖ μὲν οὐδενὶ καὶ καθαρῷ θολερῷ δὲ καὶ βορβορώδει βίῳ καὶ τοῖς αἰσχίστοις 2 πτύσματα Α ἀρατικά Menagius ad Laert. Diog. VII 66: ἐρωτικά codd. 4 ἔθος MAG: ἔθος ἐστὶν H μὲν διπλᾶ Α δὲ H 5. 6 τὰ δὲ παρασυνημμένα om. Α 6 ἡ AGH: om. M καὶ ἄλλα om. G 7 ἔτι scripsi: εἰ MAGH1, ἢ H2, τὰ V aute ψευδῆ ras. in Η 8 καὶ—ἄφθαρτα delevi, φανερὰ καὶ ἀφανῆ coni. Mang. 9 εὔπορά τε καὶ ἄπορα Turn.: ἄπορά τε καὶ εὔπορα codd. σύνεγγυς Α πάλιν in ras. H2 δὲ H: τὲ MAG 11 ἐλάττω Turn.: ἔλαττον codd. 13 ἀνατέμνῃ Turn.: ἀνατέμνει codd. ἐργάζεται Η 14. 15 οὐ μὴ ῥηθήσεται MAIP 15 μηρυκήσεται conicio 16 ἐπιγεγενημένην] ἐπήγαγεν ἡμμένην Α 16. 17 λεαίνων et ἀπεργαζόμενος conicio 17 προσηνῆ Mang.: πεινῆν MG, πεῖναν AH λείαν Η: λίαν MAG 19 τιμὴν scripsi: τιμὴ codd. (τομῆ L) 20 δεινότητας MA ἐγκατεγήρασαν Mang. : κατεγήρασαν codd. 21 ἐγκατέτριψαν scripsi: κατέτριψαν codd. 23 συῶν] συνὸν Α 24 βορβορώδει Alang. (cf. Testimonia): βαραθρώδει codd. 24. 124,1 ἐμφερομένους H2: ἐμφερόμενον MA(H1), ἐμφερομένοις G, ἐμφερομένοις V, ἐμφυρομένῳ coni. Mang., ἐμφερομένων coniciebam 17 cf. Epicurea fragm. 411 23. 24 cf. Heracliti fragm. 53. 54 Byw. ἐμφερομένους. τὸν γὰρ σῦν ἀκάθαρτον εἶναί φησιν, ὅτι διχηλεῖ μέν, οὐ μηρυκᾶται δέ (Lev. 11,7), ὡς τὸν κάμηλον διὰ τὴν ἐναντίαν πρόφασιν, ὅτι μηρυκώμενος οὐ διχηλεῖ. ὅσα μέν τοι τῶν ζῴων ἀμφοτέρων μετέχει, καθαρὰ εἰκότως ἀναγράφεται, ὅτι τὴν περὶ ἑκάτερον τῶν λεχθέντων ἀτοπίαν ἐκπέφευγε. καὶ γὰρ διαίρεσις ἄνευ μνήμης καὶ μελέτης καὶ διεξόδου τῶν ἀρίστων * * * ἀγαθὸν ἀτελές, ἡ δ’ ἀμφοῖν