διέξοδον ἔχει. καθ’ ἑκάστην γοῦν ἡμέραν ὁ πανταχοῦ τῶν σοφιστῶν ὅμιλος ἀποκναίει τὰ ὦτα τῶν παρατυγχανόντων ἀκριβολογούμενος καὶ τὰς διπλᾶς καὶ ἀμφιβόλους λέξεις ἀναπτύσσων καὶ τῶν πραγμάτων ὅσα δοκεῖ μεμνῆσθαι — πέπηγε δὲ καὶ πλειόνων — διακρίνων. ἢ οὐχ οἱ μὲν τὰ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς εἴς τε ἄφωνα καὶ φωνήεντα τέμνουσιν; ἔνιοι δὲ τὸν λόγον εἰς τὰ ἀνωτάτω τρία, ὄνομα; ῥῆμα, σύνδεσμον; μουσικοὶ δὲ τὴν ἰδίαν ἐπιστήμην εἰς ῥυθμόν, εἰς μέτρον, εἰς μέλος, καὶ τὸ μέλος εἴς τε τὸ χρωματικὸν καὶ ἐναρμόνιον καὶ διατονικὸν εἶδος καὶ διὰ τεσσάρων καὶ διὰ πέντε καὶ διὰ πασῶν, συνημμένων τε καὶ διεζευγμένων μελῳδίας; γεωμέτραι δὲ εἰς τὰς γενικωτάτας δύο γραμμὰς εὐθεῖάν τε καὶ περιφέρειαν; καὶ οἱ ἄλλοι τεχνῖται εἰς τὰς καθ’ ἑκάστην ἐπιστήμην ἰδέας τὰς ἀπὸ τῶν πρώτων ἄχρι τῶν ὑστάτων; ᾧ συνεπηχείτω μέντοι καὶ τῶν φιλοσοφούντων χορὸς ἅπας τὰ εἰωθότα διεξιών, ὅτι τῶν ὄντων τὰ μέν ἐστι σώματα, τὰ δ’ ἀσώματα· καὶ τὰ μὲν ἄψυχα, τὰ δὲ ψυχὴν ἔχοντα· καὶ τὰ μὲν λογικά, τὰ δ’ ἄλογα· καὶ τὰ μὲν θνητά, τὰ δὲ θεῖα· καὶ τῶν θνητῶν τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ, τὰ ἀνθρώπου τμήματα· καὶ πάλιν τῶν ἀσωμάτων 1 ἀρξαμένῳ coni. Jessen δὲ add. Benzelius αὐτὸ M: αὐτῶ AGH1, αὑτὸ H2, ἑαυτῷ Turn. 2 μὴ ἐξικνεῖσθαι conicio γίνεσθαι] δύνασθαι coni. Mang. μηδ’ Α ἅπερ H2: om. ceteri ἄτομα H2: ἄτοπα ceteri 3 ἐνίων] ἐννοιῶν Α 4 περιττῆς] περὶ γῆς Α ἠκονημένης GH2: ἠκονημένην MAH1 ἐναργῆ GH2: ἐνεργῆ MAH1 6 καὶ καθ’ Α 7 ἀποκναίει Η2: ἀποκνεῖ MGH1, ἀπόκνει Α, ἀποκνήει L 8 λέξεις GH2: ἐλέγξεις MAH1 9 μεμηνῦσθαι conicio πέπηγε codd.: πέφυκε coni. Mang. μεμήνυται δὲ καὶ πλείονα conicio 10 ἡ om. Α 11 ἔνι Α 13 εἰς μέλος εἰς μέρος G μέτρον Mang. (cf. Testim.): μέρος codd. alterum μέλος Benzelius: μέρος codd. 14 καὶ συμφωνίας τὰς διὰ conicio 15 γεωμέτραι Turn.: γεωμετρία codd. 16 περιφάνειαν Α, περιφερῆ conicio 17 ἰδέας τὰς scripsi: ἰδικὰς codd., ἰδέας v 18 ᾦ Turn.: ὡς Α, ὁ M, ὃ GH συνεπηχείτω Η: συνεπιχείτω G, συνεπηχειτο M (sine accentu), ἐπηχείτω Α 19 δὲ G 20 καὶ τῶν σωμάτων τὰ couicio 21 δὲ MG 22 θῆλυ Η: γυνή MAG καὶ scripsi: ἢ codd. ἀσωμάτων] κατηγορημάτων coni. Turn. 12 sqq. cf. Aristidis Quintiliani librum I, Anonymum Bellermanni II 30, Alypii prooemium p. 367 lan. 18—123,11 cf. Laert. Diog. VII 63 sqq. τὰ μὲν τέλεια, τὰ δὲ ἀτελῆ· καὶ τῶν τελείων τὰ μὲν ἐρωτήματα καὶ πύσματα ἀρατικά τε αὖ καὶ ὁρκικὰ καὶ ὅσαι ἄλλαι τῶν κατ’ εἶδος ἐν ταῖς περὶ τούτων στοιχειώσεσιν ἀναγράφονται διαφοραί, τὰ δὲ πάλιν ἃ διαλεκτικοῖς ἔθος ὀνομάζειν ἀξιώματα· καὶ τούτων τὰ μὲν ἁπλᾶ, τὰ δ’ οὐχ ἁπλᾶ· καὶ τῶν οὐχ