<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="126"><p>ἤδη
γοῦν τινες καὶ τῶν οὐκ εὐαγῶν τῆς διανοίας κατὰ τὰς συνεχεῖς μεταβολὰς
στροβουμένης ἔννοιαν χρηστοῦ τινος ἔλαβον, ἀλλ’ οὐδὲν ὤνηντο·
ἔστι γὰρ μὴ πρὸς τὸ τέλος ἡξάντων φορὰν ἀθρόον τῶν ἐναντίων
καταρραγεῖσαν ἐπικλύσαι καὶ τὸ χρηστὸν ἐκεῖνο διαφθαρῆναι νόημα. <lb n="15"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="127"><p><milestone unit="altref" n="29"/> οὐ διὰ τοῦτο μέντοι δόξαντι θυσίας ἀμέμπτους ἀναγαγεῖν τῷ
Κάιν λόγιον ἐξέπεσε μὴ θαρρεῖν ὡς κεκαλλιερηκότι; μὴ γὰρ ἐφ’ ἱεροῖς
καὶ τελείοις βουθυτῆσαι· τὸ δὲ λόγιόν ἐστι τοιόνδε· „οὐκ ἐὰν ὀρθῶς
 προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς“ (Gen. 4, 7).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="128"><p>ὀρθὸν μὲν οὖν ἡ
τοῦ θεοῦ τιμή, τὸ δὲ ἀδιαίρετον οὐκ ὀρθόν. ὃν δ’ ἔχει καὶ τοῦτο <lb n="20"/>
λόγον, ἴδωμεν· εἰσί τινες οἱ τὸ εὐσεβὲς ἐν τῷ πάντα φάσκειν ὑπὸ
 θεοῦ γενέσθαι, τά τε καλὰ καὶ τὰ ἐναντία, περιγράφοντες·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="129"><p>πρὸς οὓς
ἂν λέγοιμεν, ὅτι τὸ μὲν ὑμῶν <milestone unit="altpage1" n="p. 320 Μ"/>  ἐπαινετόν ἐστι τῆς δόξης, τὸ δ’
ἔμπαλιν ψεκτόν, ἐπαινετὸν μέν, ὅτι τὸ μόνον θαυμάζετε τίμιον,
ψεκτὸν δὲ αὖ, παρόσον ἄνευ τομῆς καὶ διαιρέσεως· ἔδει γὰρ μὴ φῦραι <lb n="26"/>
<note xml:lang="mul" type="footnote"><lb/>2 τῷ] τὸ Α
<lb/>3 καὶ κτηνοτρόφου G
<lb/>5 αἱ GH: om. MA ἦν om. Η 
<lb/>7 τὴν GH2: τῆς A, τὴν τῆς M(H1) γεωργικὴν coni. Cohn (cf. I 283,22) ἐπιστήμην om. H1
<lb/>8 αὐτῶ Α αὐτῆς Α πεποιημένον G ἄρχει M δ’] δ’ ὡς ὁ H2 λόγων G
<lb/>10 ἥμισυ] εἰ μὴ σὺ Α ὡς Turn.: ὃς codd. ἡμίσει H: μισεῖ G, μισῇ MA πρὸς τὸ τέλος] τοῦ τέλους coni. Maug. ἀφεστηκυῖα sciipsi: ἀφέστηκεν codd.
<lb/>13 οὐδὲν ὤνηντο MG(H1): οὐδ’ ἀνόνητον Α, οὐδέν ὄναιντο Η2, οὐδὲν ὤναντο v
<lb/>14 ἐστι γὰρ μὴ Η2: τοῦ γὰρ MAG(H1) τὸ om. H εἰξάντων A φθορὰν L ἀθρόον τῶν Maug.: ἀθροῦν τῶν Α, ἀθρούντων MGH
<lb/>15 διαφθεῖραι Η2
<lb/>17 ὡς] ὡς καὶ Α
<lb/>18 ἐὰν] ἄν Α 
<lb/>19 δὲ om. Α
<lb/>21 εἴδωμεν Α
<lb/>22 περιγράφοντες Η2: om. ceteri
<lb/>24 θαυμάζετε scripsi: θαυμάζει H2, θαυμάζειν ceteri
<lb/>25 αὖ scripsi: οὐ codd., om. v παρ’ ὅσον codd. post φῦραι add. καὶ μολῦναι Α</note>  

<pb n="v.2.p.121"/>
καὶ συγχέαι πάντων ἀθρόως ἀποφήναντας αἴτιον, ἀλλὰ μετὰ διαστολῆς
μόνων ὁμολογῆσαι τῶν ἀγαθῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="130"><p>ἄτοπον γὰρ ἱερέων μὲν πρόνοιαν ἔχειν, ὡς ὁλόκληροι τὰ σώματα καὶ παντελεῖς ἔσονται, τῶν τε καταθυομένων ζῴων, ὡς οὐδὲν οὐδεμιᾷ τὸ παράπαν ἀλλ’ οὐδὲ τῇ βραχυτάτῃ
<lb n="5"/> χρήσεται λώβῃ, καί τινας δεῖ ὅσους ἐπ’ αὐτὸ τοῦτο χειροτονεῖν τὸ
ἔργον, οὓς ἔνιοι μωμοσκόπους ὀνομάζουσιν, ἵνα ἄμωμα καὶ ἀσινῆ
προσάγηται τῷ βωμῷ τὰ ἱερεῖα, τὰς δὲ περὶ θεοῦ δόξας ἐν ταῖς
ἑκάστων ψυχαῖς ὑποσυγκεχύσθαι καὶ μὴ κανόνι ὀρθοῦ λόγου διακεκρίσθαι.
</p></div></div></body></text></TEI>