<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="121"><p>θαυμασιώτατος δὲ καὶ τούτων ὁ διενεγκών,  ᾧ καὶ τὰ πρῶτα τῶν ἄθλων  <milestone unit="altpage2" n="p. 319 Μ."/> οὐ φθονητέον λαμβάνοντι. οἳ δὲ κἂν
δευτερείων ἢ τρίτων ἀξιωθῶσι, μὴ κατηφείτωσαν· καὶ γὰρ ταῦτα ἐπ’
ἀρετῆς κτήσει προτίθεται, τοῖς δὲ μὴ τῶν ἄκρων ἐφικέσθαι δυναμένοις
<lb n="15"/> ἡ τῶν μέσων κτῆσις ὠφέλιμος, λέγεται δὲ ὅτι καὶ βεβαιοτέρα τὸν
ἐμφυόμενον ἀεὶ τοῖς ὑπερέχουσιν ἐκφεύγουσα φθόνον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="122"><p>παιδευτικώτατα οὖν εἴρηται τὸ „πεσεῖται ὁ ἱππεύς“, ἵν’ εἴ τις ἀποπίπτοι [μὲν] κακῶν,
ἐγείρηται [δὲ] ἀγαθοῖς ἐπερειδόμενος καὶ συνορθιάζηται. διδασκαλικώτατον
δὲ κἀκεῖνο, μὴ πρόσω φάναι, κατόπιν δὲ πίπτειν, ἐπειδὴ κακίας
<lb n="20"/> καὶ πάθους ὑστερίζειν ἀεὶ λυσιτελέστατον·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="123"><p>φθάνειν μὲν γὰρ τὰ καλὰ δρῶντα δεῖ, τὰ δὲ αἰσχρὰ μέλλειν [καὶ] ἔμπαλιν, κἀκείνοις μὲν προσέρχεσθαι,
τούτων δὲ ὑστερίζειν καὶ μακρὸν ὅσον ἀπολείπεσθαι· ᾧ <add>γὰρ</add>
τῶν ἁμαρτημάτων ἐγγίνεται <add>καὶ</add> παθῶν ὑστερίζειν, ἄνοσος διατελεῖ.
<note xml:lang="mul" type="footnote"><lb/>1 παντὸς Α 2—14 ὁ τοίνυν—ἐπ’ ἀρετῆς om. L
<lb/>2 Ὀλυμπικὸς M 
<lb/>3 Ἦλιν GH: ἄην M, ὕλην Α ἀλλ’ ὁ GH2: ἀλλὰ MAH1
<lb/>5 τὰ—δὲ om. Α ἐγγράφουσι Α
<lb/>6 ἐπαποδυσάμενοι coni. Mang. κονιασάμενοι Α
<lb/>7 παραλείποντες M
<lb/>8 περίεισιν Turn.: περιίασιν codd.
<lb/>9 διαφέρονται scripsi: διαλέγονται codd., διαμιλλῶνται coni. Mang., διαμάχονται coni. Cohn
<lb/>11 ὁ GH2: om. MAH1
<lb/>12 ἄθλων Mang.: ἀθλητῶν codd. οἲ scripsi: οἱ codd. 
<lb/>14 προτίθεται A Turn.: προστίθεται MGH ἐφικέσθαι GH2: φείδεσθαι MA(H1) 15—120,6 λέγεται—τρέπεσθαι add. m. rec. in mg. H
<lb/>16 ὑπάρχουσιν MA Α
<lb/>17 ἱππεὺς <add>εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων κυρίου</add> conicio ἕν’ εἰ] ἐάν coniciebam ἀποπίπτοι Cohn: ἀποπίπτῃ codd., ἀποπίπτει Turn. μὲν et δὲ secl. Cohn
<lb/>18 ἐγείρεται G δὲ] δὴ Mang. συνορθιάζηται Cohn: συνορθιάζη MAH, συνορθιάζει GL, συνορθιασθῇ Mang. 18.
<lb/>19 διδασκαλικώτατον scripsi: διδασκαλικώτερον codd.
<lb/>21 καὶ om. A: habent ceteri κἀκείνοις] ἐκείνοις V 21.
<lb/>22 προσέχεσθαι coni. Mang.
<lb/>22 μακρὰν Α ᾦ Tum.: ὃ codd. 22.
<lb/>23 ᾧ—διατελεῖ om. A
<lb/>22 γὰρ add. Mang.
<lb/>23 καὶ παθῶν Mang.: πάθους MGH ἄνοσος διατελεῖ Turn.: ἀνόσως διατελεῖν MGH</note>  

<pb n="v.2.p.120"/>
τὴν γοῦν „παρὰ τοῦ θεοῦ σωτηρίαν περιμένειν“ φησὶν αὐτόν, ἵνα ἐφ’
ὅσον ἀπελείφθη τοῦ ἀδικεῖν, ἐπὶ τοσοῦτον τῷ δικαιοπραγεῖν ἐπιδράμῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="124"><p><milestone unit="altref" n="28"/> Περὶ μὲν οὖν ἱππέως καὶ ἀναβάτου, κτηνοτρόφου τε καὶ
ποιμένος, ἔτι δὲ γῆν ἐργαζομένου καὶ γεωργοῦ τὰ προσήκοντα εἴρηται,
καὶ αἱ καθ’ ἑκάστην συζυγίαν ὡς οἷόν τε ἦν ἠκρίβωνται διαφοραί. <lb n="5"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="125"><p>πρὸς δὲ τὰ ἀκόλουθα καιρὸς ἤδη τρέπεσθαι. τὸν οὖν ἐφιέμενον
ἀρετῆς οὐ παντελῆ κεκτημένον τὴν γεωργικῆς ψυχῆς ἐπιστήμην εἰσάγει,
ἀλλ’ αὐτὸ μόνον περὶ τὰς ἀρχὰς αὐτῆς πεπονημένον· λέγει γάρ·
„ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργός“. ἀρχὴ δ’, ὁ τῶν παλαιῶν λόγος,
ἥμισυ τοῦ παντός, ὡς ἂν ἡμίσει πρὸς τὸ τέλος ἀφεστηκυῖα, οὗ μὴ <lb n="10"/>
 προσγενομένου καὶ τὸ ἄρξασθαι πολλάκις μεγάλα πολλοὺς ἔβλαψεν.</p></div></div></body></text></TEI>