<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="116"><p>τούτων μὲν δὴ τῶν ἀγώνων πρὸς ἀλήθειαν <lb n="15"/>
ἱερὸς οὐδείς, κἂν πάντες ἄνθρωποι μαρτυρῶσιν, οὓς ἀνάγκη πρὸς ἑαυτῶν
ψευδομαρτυριῶν ἁλίσκεσθαι· οἱ γὰρ ταῦτα θαυμάζοντες τοὺς
νόμους τοὺς καθ’ ὑβριστῶν καὶ τιμωρίας τὰς ἐπὶ ταῖς αἰκίαις ἔθεσαν
 καὶ δικαστὰς τοὺς περὶ ἑκάστων διαγνωσομένους ἀπεκλήρωσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="117"><p>πῶς
οὖν εἰκός ἐστι τοὺς αὐτοὺς ἐπὶ μὲν τοῖς ἰδίᾳ τινὰς αἰκισαμένοις ἀγανακτεῖν <lb n="20"/>
καὶ δίκας κατ’ αὐτῶν ἀπαραιτήτους ὡρικέναι, ἐπὶ δὲ τοῖς δημοσίᾳ
καὶ ἐν πανηγύρεσι καὶ θεάτροις στεφάνους καὶ κηρύγματα καὶ ἄλλα
 τινὰ νομοθετῆσαι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="118"><p>δυεῖν γὰρ ἐναντίων καθ’ ἑνὸς εἴτε σώματος εἴτε
πράγματος ὁρισθέντων ἢ εὖ ἢ κακῶς ἐξ ἀνάγκης ἂν ἔχοι θάτερον·
ἄμφω γὰρ ἀμήχανον. πότερον οὖν ἐπαινοῖτ’ ἂν δεόντως; ἆρ’ οὐ τὸ <lb n="25"/>
τοὺς χειρῶν ἄρχοντας ἀδίκων κολάζεσθαι; ψέγοιτ’ ἂν οὖν εἰκότως τὸ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀναδειμάμεναι G (Turn.): ἀναδειμάμενοι MAH post πολλὰς add. δὲ L
<lb/>2 δεξόμενα scripsi: δεξάμεναι codd. (sed αι corr. Η2), δεξάμενα Mang. ἢ] εἰ Α ὁ add. Turn.: om. codd.
<lb/>3 ἡ πρηνῆ τείνας H2: πρὶν ἡ τινὰς ceteri ἡ ὁ Turn.: ἡ ὃν MGH, οἷον Α πυκτεύειν scripsi: παλαίειν codd.
<lb/>4 καὶ om. Η2
<lb/>5 εἰσὶ δ’ scripsi: εἰσὶν MAG(H1), εἰσὶ δὲ H2
<lb/>6 <add>ἑαυτοὺς</add> ἑκατέρᾳ coni. Cohn χειρῶν 003E; conicio 
<lb/>7 μέρη post τἄλλα add. Mang.
<lb/>8 δὲ ante τύχωσι add. Η2
<lb/>9 μεταποιοῦντες MA(H1)
<lb/>10 γελάσαιτο Α
<lb/>12 οὓς GH2: om. MAH1
<lb/>13 ἁδροτέρων G ἀδροτέρων MH, ἀνδρωτέρων Α
<lb/>14 ἀπνευστεὶ Α 15—119,2 τούτων—εὐκλεές add. m. in mg. H
<lb/>16 ἱερῶς Α πάντες] πέντε Α 16.
<lb/>17 αὑτὸν corr. ex αὑτῶν Α 
<lb/>17 οἱ post θαυμάζοντες add. MA
<lb/>18 post αἰκίαις add. ἅς L
<lb/>19 ἀπεκλήρωσε L 
<lb/>23 νομοθετῆσαι MAG: νομοθετεῖν H δυεῖν MAG: δυοῖν
<lb/>11 24 ὡρισθέντων AG ἔχοις MA
<lb/>25 οὖν ἐπαινοῖτ’ ἄν scripsi: συνεπαινοῖτ᾿ ἄν MGH, συνεπαίνει κἀν Α, συνεπαινοῖτ᾿ ἄν οὑν v δέοντος AG1 ἄρ’ οὕτω τοὺς A</note>  

<pb n="v.2.p.119"/>
ἐναντίον, τὸ τιμᾶσθαι· ψεκτὸν δ’ οὐδὲν τῶν ἱερῶν, ἀλλὰ πάντως
εὐκλεές. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="119"><p><milestone unit="altref" n="27"/> ὁ τοίνυν Ὀλυμπιακὸς ἀγὼν μόνος ἂν λέγοιτο ἐνδίκως ἱερός, οὐχ ὃν τιθέασιν οἱ τὴν Ἦλιν οἰκοῦντες, ἀλλ’ ὁ περὶ κτήσεως
τῶν θείων καὶ ὀλυμπίων ὡς ἀληθῶς ἀρετῶν. εἰς τοῦτον τὸν ἀγῶνα
<lb n="5"/> οἱ ἀσθενέστατοι τὰ σώματα ἐρρωμενέστατοι δὲ τὰς ψυχὰς ἐγγράφονται
πάντες, εἶτα ἀποδυσάμενοι καὶ κονισάμενοι πάνθ’ ὅσα καὶ τέχνης καὶ
δυνάμεως ἔργα δρῶσι, παραλιπόντες οὐδὲν ὑπὲρ τοῦ νικηφορῆσαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="120"><p>τῶν μὲν οὖν ἀντιπάλων οἱ ἀθληταὶ περίεισιν οὗτοι, πρὸς ἀλλήλους δὲ πάλιν περὶ πρωτείων διαφέρονται· οὐ γὰρ ὁ αὐτὸς τῆς νίκης τρόπος
<lb n="10"/> ἅπασιν, ἀλλὰ πάντες ἄξιοι τιμῆς ἀργαλεωτάτους καὶ βαρεῖς ἀνατρέψαντες
καὶ καταβαλόντες ἐχθρούς.</p></div></div></body></text></TEI>