καὶ σὺ τοίνυν, ὦ οὗτος, μηδέποτ’ εἰς κακῶν παρέλθῃς ἅμιλλαν μηδὲ περὶ πρωτείων τῶν ἐν τούτοις διαγωνίσῃ, ἀλλὰ μάλιστα μέν, ἐὰν οἷόν τε ᾖ, σπούδασον ἀποδρᾶναι· ἐὰν δέ που πρὸς ἐρρωμενεστέρας δυνάμεως βιασθεὶς ἀναγκασθῇς διαγωνίσασθαι, μὴ μελλήσῃς ἡττᾶσθαι· τότε γὰρ εὖ μὲν ἔσῃ νενικηκὼς ὁ ἡττώμενος, ἡττώμενοι δ’ οἱ νενικηκότες. καὶ μὴ ἐπιτρέψῃς μηδὲ κήρυκι κηρῦξαι μηδὲ βραβευτῇ στεφανῶσαι τὸν ἐχθρόν, ἀλλ’ αὐτὸς παρελθὼν τὰ βραβεῖα καὶ τὸν φοίνικα ἀνάδος καὶ στεφάνωσον, εἰ θέλει, καὶ ταῖς ταινίαις ἀνάδησον καὶ κήρυξον αὐτὸς μεγάλῃ καὶ ἀρρήκτῳ φωνῇ κήρυγμα τοιοῦτον· τὸν ἐπιθυμίας καὶ θυμοῦ καὶ ἀκολασίας ἀφροσύνης τε αὖ καὶ ἀδικίας προτεθέντα ἀγῶνα, ὦ θεαταὶ καὶ ἀθλοθέται, ἥττημαι μὲν ἐγώ, νενίκηκε δ’ οὑτοσί, καὶ οὕτως ἐκ πολλοῦ τοῦ περιόντος νενίκηκεν, ὥστε καὶ παρὰ τοῖς ἀνταγωνισταῖς ἡμῖν, οὓς εἰκὸς ἦν βασκαίνειν, μὴ φθονεῖσθαι. τὰ μὲν οὖν τῶν ἀνιέρων τούτων ἀγώνων ἆθλα παραχώρησον ἄλλοις, τὰ δὲ τῶν ἱερῶν ὄντως αὐτὸς ἀνάδησαι· ἱεροὺς δὲ μὴ νομίσῃς ἀγῶνας, οὓς αἱ 1 πάθους Turn.: πάθος codd. 2 σωφροσύνην Α 3 ὁ om. Α 4 νομίζει scripsi: νομίζειν codd. 5 ὁπότε MG 6 καθάλλεσθαι m. rec. in mg. Η: καθελέσθαι ceteri 7 εὐκλεεστάτους A 8 τοσοῦτον Α 9 ποτὲ om. D παρελθεῖν MAGD: παρέλθω H 12. 13 δυνάμεις ὡς βιασθῇς ῆ vid. corr. ex εἰ) Α 13 ἀναγκασθῇς om. Α μελήσης MA 14 ἡττημένος, ἡττημένοι Α 17 θέλῃ η corr. ex ει) Α 18 ἀρρήτω Α 19 αὖ Η: om. MAG 20 ἥττημαι μὲν ἐγώ G2H2: ἥττηται μὲν θώ G1H1, ἥττηται μὲν ἔργω MA οὑτοσί Turn.: οὗτος εἰ codd. 21 οὕτως H2: οὗτος ceteri 22 ἡμῖν om. H1 οὓς εἰκὸς Mang.: οἷς νῖκος H2, ὡς νῖκος ceteri 23 ἆθλα Turn.: τοῦ τῶν (τούτων ML) ἄθλων codd. παραχωρήσοντος δὲ] δὴ M 24 νομίσης GH2: μισῆς MA(H1) 7—9 DK fol. 195v Φίλωνος ἐκ τοῦ περὶ γεωργίας: τῶν πάλαι τις—ἡττωμένου. cf. Stobaei Floril. XIX, 4 Hense (etiam p. LXXVI) πόλεις ἐν ταῖς τριετηρίσιν ἄγουσι θέατρα ἀναδειμάμεναι πολλὰς ἀνθρώπων δεξόμενα μυριάδας· ἐν γὰρ τούτοις ἢ ὁ καταπαλαίσας τινὰ καὶ ὕπτιον ἢ πρηνῆ τείνας ἐπὶ γῆν ἢ ὁ πυκτεύειν καὶ παγκρατιάζειν δυνάμενος καὶ μηδεμιᾶς μήτε ὕβρεως μήτε ἀδικίας ἀπεχόμενος φέρεται τὰ πρωτεῖα· εἰσὶ δ’ οἳ σφόδρα καὶ κραταιότατα σιδήρου τρόπον ἀκονησάμενοι καὶ στομώσαντες ἑκατέραν τῶν χειρῶν περιάψαντες κεφαλὰς καὶ πρόσωπα τῶν ἀντιπάλων ἀποσκάπτουσι καὶ τἄλλα, ἐπὰν τύχωσι τὰς πληγὰς ἐνεγκόντες, ἀποθραύουσιν, εἶτα βραβείων καὶ στεφάνων τῆς ἀνηλεοῦς ὠμότητος ἕνεκα μεταποιοῦνται. τὰ μὲν γὰρ ἄλλα ἀγωνίσματα δρομέων ἢ πεντάθλων τίς οὐκ ἂν γελάσαι τῶν εὖ φρονούντων, ἐπιτετηδευκότων μήκιστα ἐξάλλεσθαι καὶ μετρουμένων τὰ διαστήματα καὶ περὶ ποδῶν ὠκύτητος ἁμιλλωμένων; οὓς οὐ μόνον τῶν ἁδροτέρων ζῴων δορκὰς ἢ ἔλαφος ἀλλὰ καὶ τῶν βραχυτάτων σκυλάκιον ἢ λαγωδάριον μὴ σφόδρα ἐπειγόμενον ῥύμῃ καὶ ἀπνευστὶ θέοντας παραδραμεῖται.