κἂν εἴ τινα μέντοι δένδρα εἴη μήτ’ ὠφελίμων μήτ’ αὖ βλαβερῶν καρπῶν οἰστικά, ταῦτα ἐκκόψει μέν, οὐ μὴν ἐάσει γε ἀφανισθῆναι, κατατάξει δ’ αὐτὰ εἰς ἐναρμόνιον χρῆσιν ἢ βαλλομένη χάρακας καὶ σταυροὺς ἐν κύκλῳ στρατοπέδου ἢ φραγμὸν πόλεως, ἵνα ἀντὶ τείχους ᾖ. λέγει γάρ· „πᾶν ὃ οὐ καρπόβρωτόν ἐστιν, ἐκκόψεις καὶ ποιήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν, ἥτις ποιήσει πρὸς σὲ τὸν πόλεμον“ (Deut. 20,20). ταῦτα δ’ εἰκάζεται τὰ δένδρα ταῖς περὶ λόγους δυνάμεσι θεωρίαν ψιλὴν ἐχούσαις· ἐν αἷς θετέον ἰατρολογίαν ἀπεζευγμένην ἔργων, δι’ ὧν τοὺς κάμνοντας εἰκός ἐστι σῴζεσθαι, καὶ ῥητορικῆς τὸ συνηγορικὸν καὶ ἔμμισθον εἶδος οὐ περὶ τὴν εὕρεσιν τοῦ δικαίου πραγματευόμενον, ἀλλὰ περὶ τὴν δι’ ἀπάτης πειθὼ τῶν ἀκουόντων, ἔτι μέντοι καὶ διαλεκτικῆς καὶ γεωμετρίας ὅσα εἰς μὲν ἐπανόρθωσιν ἤθους οὐδὲν συνεργεῖ, παραθήγει δὲ τὸν νοῦν οὐκ ἐῶντα ἀμβλείᾳ χρῆσθαι τῇ πρὸς ἕκαστα τῶν ἀπορουμένων προσβολῇ, τομαῖς δὲ ἀεὶ καὶ διαστολαῖς χρῆσθαι, ὡς τὴν ἑκάστου πράγματος ἰδιότητα κοινῶν διαζευγνύναι ποιοτήτων. τὸν γοῦν κατὰ φιλοσοφίαν λόγον 3 ἐμπρεπεῖς MAF: εὐπρεπεῖς GUH 4 ὑφήγησις U 5 ὠφελιμωτάτους UF: om. ceteri καλὰς UF: καλοὺς ceteri 7 ἀναβλαστόντα scripsi: ἀναβλαστοῦντα MAGH, ἀναβλαστάνοντα UF ἐπήρθη F 8 καθαίρει τέως U, καθαίρει ἕως F 10 εἴη scripsi: ἦ MGUFH, om. Α καρπῶν om. UF οἰστικά] ὥστ’ εἰ κἄν U 11 ἐκκόψωμεν U ἐάσῃ U κατατέξει F 12 ἡ βαλομένη M 13 πόλει F 14 πᾶν—ἐστιν] ξύλον ὃ γνώση ὅτι οὐ ξύλον βρώσεως ἐστιν αὐτό UF 1.5 εἴ τις ΑΗ1 ποιεῖ μετά σου τὸν πόλεμον ἕως καθαιρεθῆναι αὐτήν. ταῦτα UF 15. 16 ταῦτα δικάζεται AF 18 ἄμισθον F 19. 20 διὰ πάσης UF 20 ἔτι] ἔστι F 21 παραθήσει MA 22 ἀβλαβείᾳ G, ἀμελεία U τῇ] τῆς U 22. 23 τῇ—χρῆσθαι bis habet F 22 τῶν UFH2: om. MAGH1 23 δ’ UF ἀεὶ om. Α 24 τῶν κοινῶν H διαζεύγνυσθαι UF φιλοσοφίας H1 24—98,3 DK. fol. 195r Φίλωνος ἐκ τοῦ περὶ γεωργίας· τὸν κατὰ φιλοσοφίας λόγον—περιπεριβόλῳ. τρίδυμον ὄντα τοὺς παλαιοὺς ἀγρῷ φασιν ἀπεικάσαι, τὸ μὲν φυσικὸν αὐτοῦ δένδροις καὶ φυτοῖς παραβάλλοντας, τὸ δ’ ἠθικὸν καρποῖς, ὧν ἕνεκα καὶ τὰ φυτά, τὸ δ’ αὖ λογικὸν φραγμῷ καὶ περιβόλῳ· καθάπερ γὰρ τὸ περικείμενον τεῖχος ὀπώρας καὶ φυτῶν τῶν κατὰ τὸν ἀγρόν ἐστι φυλακτήριον τοὺς ἐπὶ τῷ σίνεσθαι παρεισφθείρεσθαι βουλομένους ἀνεῖργον, τὸν αὐτὸν τρόπον τὸ λογικὸν μέρος φιλοσοφίας φρουρά τίς ἐστιν ὀχυρωτάτη τῶν δυεῖν ἐκείνων, ἠθικοῦ τε καὶ φυσικοῦ·