<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="101"><p>„γενέσθω Δὰν ὄφις“ οὐχ ἑτέρωθι μᾶλλον ἢ „ἐφ’ ὁδοῦ“· τὰ μὲν γὰρ τῆς ἀκρασίας καὶ λαιμαργίας καὶ ὅσα ἄλλα αἱ ἀμέτρητοι καὶ ἄπληστοι,
<lb n="20"/> πληρούμεναι πρὸς τῆς τῶν ἐκτὸς ἀφθονίας, ὠδίνουσι καὶ τίκτουσιν
ἡδοναί, κατὰ λεωφόρου καὶ εὐθυτενοῦς βαίνειν οὐκ ἐπιτρέπει ψυχήν,
φάραγξι δὲ καὶ βαράθροις ἐμπίπτειν ἄχρι τοῦ καὶ διαφθεῖραι παντελῶς
αὐτὴν ἀναγκάζει· τὰ δὲ καρτερίας καὶ σωφροσύνης καὶ τῆς ἄλλης
ἀρετῆς * * * ἐχόμενα μόνα, μηδενὸς ὄντος ἐν ποσὶν ὀλισθηροῦ, ᾧ
<note xml:lang="mul" type="footnote"><lb/>1 αἰεὶ MAG: ἀεὶ H
<lb/>3 σύμβουλον GH2: σύμβολον MAH1, ἐπίβουλον Mang., σύμβουλον <add>φιληδόνου</add> coni. Cohn, κακὸν σύμβουλον conicio φωνοῦσαν Α 
<lb/>4 ἰοβόλοις H2: ἰοβόροις ceteri
<lb/>5 Μώσεως codd. τὴν ἡδονῆς ἐναντίαν διάθεσιν καρτερίαν Turn.: τῆ ἡδονὴ ἐναντία διαθέσει, καρτερία codd. (sed ἡδονῆς AH2)
<lb/>6 παρ’ ὃ GH2, παρὸν MAH1 καὶ] κἀκ conicio κραταιοτάτης scripsi: κραταιοτέρας codd. 7—16 οὖν ἄκρως—ἀφθαρσία ἀγαθοῦ add. m. partim in ras. textus partim in mg. Η
<lb/>7 οὖν] νοῦν Α ἄκρως] εἰλικρινῶς coni. Mang. εἰ GH: ἦ MA
<lb/>8 ὑπὸ] ἀπὸ A
<lb/>9 δὲ Α 9.
<lb/>10 ὑγείας καὶ σωτηρίας A
<lb/>10 βίον MA
<lb/>12 Μωσῆς codd. τῷ Δὰν] τόδε A 13.
<lb/>14 ἑκατέρως — ἀλλ’ om. H
<lb/>13 ἑκάτερος Α
<lb/>17 φέρον L
<lb/>20 πληρούμεναι GH2: πειρώμεναι MA(H1)
<lb/>21 εὐθυτόνου ut vid. H1 ῥαίνειν Α 
<lb/>22 φάραξι MG δὲ Η: τε MAG ante ἄχρι ras.
<lb/>3 litt. Η καὶ Η: om. MAG
<lb/>23 ἀναγκάζοι Α τὰ δὲ GH: τοῖς δὲ M, τῆς δὲ A
<lb/>24 ἀρετῆς <add>εὐοδίαν</add> ψυχῇ παρέχεται μόνα conicio ἐχόμενα μόνα GH2: ἐχομένοις μόνοις MAH1 ὧ GH2: ὡς MAH1</note>  

<pb n="v.2.p.116"/>
προσπταίσασα κλιθήσεται. προσφυέστατα οὖν ἔχεσθαι τῆς ὀρθῆς ὁδοῦ
σωφροσύνην εἶπε, διότι καὶ τὴν ἐναντίαν ἕξιν ἀκολασίαν ἀνοδίᾳ χρῆσθαι
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="102"><p> συμβέβηκε. <milestone unit="altref" n="23"/> τὸ δὲ „καθήμενος ἐπὶ τρίβου“ τοιοῦτον ὑποβάλλει
νοῦν, ὥς γε ἐμαυτὸν πείθω· τρίβος ἐστὶν ἡ τετριμμένη πρός τε
 ἀνθρώπων καὶ ὑποζυγίων ἱππήλατος καὶ ἁμαξήλατος ὁδός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="103"><p>ταύτῃ φασὶν <lb n="5"/>
ἡδονὴν ἐμφερεστάτην εἶναι· σχεδὸν γὰρ ἀπὸ γενέσεως ἄχρι τοῦ μακροῦ
γήρως ἐπιβαίνουσι καὶ ἐμπεριπατοῦσι καὶ μετὰ σχολῆς καὶ ῥᾳστώνης
ἐνδιατρίβουσι τῇ ὁδῷ ταύτῃ, οὐκ ἄνθρωποι <add>μόνον</add>, ἀλλὰ καὶ ὅσαι
ἄλλαι ἰδέαι τῶν ζῴων εἰσίν· ἓν γὰρ οὐδέν ἐστιν ὃ μὴ πρὸς ἡδονῆς
δελεασθὲν εἵλκυσται καὶ ἐμφέρεται τοῖς πολυπλοκωτάτοις δικτύοις αὐτῆς, <lb n="10"/>
 ἃ πολὺς διεκδῦναι πόνος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="104"><p>αἱ δὲ φρονήσεως καὶ σωφροσύνης καὶ τῶν
ἄλλων ἀρετῶν ὁδοί, καὶ εἰ μὴ ἄβατοι, ἀλλά τοι πάντως ἄτριπτοι·
ὀλίγος γὰρ ἀριθμός ἐστι τῶν αὐτὰς βαδιζόντων, οἳ πεφιλοσοφήκασιν
ἀνόθως καὶ πρὸς μόνον τὸ καλὸν ἑταιρίαν ἔθεντο, τῶν ἄλλων ἁπάντων
 ἅπαξ ἀλογήσαντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg009.1st1K-grc1" subtype="section" n="105"><p>„ἐγκάθηται“ οὖν, καὶ οὐχ ἅπαξ, ὅτῳ ζῆλος καὶ <lb n="15"/>
φροντὶς εἰσέρχεται καρτερίας, ἵν’ ἐξ ἐνέδρας ἐπιθέμενος τὴν ἐθάδα
ἡδονήν, πηγὴν ἀεννάων κακῶν, ἐπιφράξῃ καὶ ἐκ τοῦ τῆς ψυχῆς ἀνέλῃ
 χωρίου.</p></div></div></body></text></TEI>