<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="96"><p>προητοιμασμένοι δὲ λάκκοι τὰ χωρὶς τῶν πόνων τούτοις πρόχειρα ἆθλα, οὐρανίων καὶ ποτίμων δεξαμεναὶ ναμάτων,
πρὸς φυλακὴν τῶν προειρημένων ἀρετῶν εὐτρεπεῖς θησαυροί, ἐξ ὧν εὐφροσύνη περιγίνεται ψυχῇ τελεία φῶς τὸ ἀληθείας ἀπαστράπτουσα. τοὺς
<lb n="15"/> μὲν οὖν ἀμπελῶνας εὐφροσύνης, τοὺς δ’ ἐλαιῶνας φωτὸς πεποίηται
σύμβολον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="97"><p>εὐδαίμονες μὲν οὖν οὗτοι, παραπλήσιόν τι πάσχοντες τοῖς ἐκ βαθέος ὕπνου διανισταμένοις καὶ τὸν κόσμον ἐξαίφνης ἀπόνως καὶ
χωρὶς πραγματείας ὁρῶσιν, ἄθλιοι δὲ οἷς πρὸς ἃ μὴ πεφύκασιν ἀντιφιλονεικεῖν συμβαίνει ἔριδι, ἀργαλεωτάτῃ νόσῳ, ἐπαιρόμενοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="98"><p>πρὸς γὰρ <lb n="20"/> τῷ τοῦ τέλους ἀποτυγχάνειν ἔτι μετ’ οὐ μικρᾶς βλάβης μεγάλην αἰσχύνην ὑπομένουσιν, ὥσπερ αἱ πρὸς ἐναντία πνεύματα νῆες ἐνθαλαττεύουσαι· πρὸς γὰρ τῷ μὴ τυγχάνειν ὑποδρόμων ἐφ’ οὓς ἐπείγονται, πολλάκις αὐτοῖς πλωτῆρσι καὶ φορτίοις ἀνατραπεῖσαι λύπην μὲν φίλοις,
ἡδονὴν δὲ ἐχθροῖς ἐμπαρέσχον. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="99"><p><milestone unit="altref" n="22"/> λέγει οὖν ὁ νόμος, ὅτι  <lb n="25"/> „παραβιασάμενοί τινες ἀνέβησαν ἐπὶ τὸ ὄρος, καὶ ἐξῆλθεν ὁ Ἀμορραῖος ὁ
κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ, καὶ ἐτίτρωσκεν αὐτούς, ὡς ἂν ποιήσειαν
<note xml:lang="mul" type="footnote"><lb/>2 ἐπιτυχεῖν G ἐκείνω U
<lb/>3 ἐπισχετηθηναι PH’
<lb/>4 τοιούτοις U 
<lb/>5 ἅς coiT. in αἷς Α ὠδόμησαν GH’ τῶν otn., πάντων UF 5. G ἐτλἡρωσν UF
<lb/>6 ἐλατόμησαν UF
<lb/>8 τὰς τεχνικὰς UF καὶ τἀς ἰδικὰς AL’, καὶ ἰδικὰς GUF
<lb/>9 ἐξετάζηται MAFP lU ἐστι M ειΑ-ι GUF, ἡ Α τε om. G, τί Α
<lb/>11 χωρὶς scripsi: ἑτέροις codd.
<lb/>13 ἀρετῶν om. MH’P
<lb/>14 ἀληθείας UF: ἀληθὲς ceteri τελεία scripsi: τελείᾳ v
<lb/>15 εὐφροσύνης — ἐλαιῶνας add. mg. H2, mg. Pi δὲ GUF
<lb/>16 οὖν om. H’P τοῖς] τῆς F
<lb/>17 ἀπόνως om. AH’P
<lb/>18 οἶς G: οἲ MHP, οἱ, οἱ μὴ UF ’ 18.
<lb/>19 ἀντιφιλονεικοῦντες H2 
<lb/>19 συμβαίνει UFPH’: ajfxpaivEivGH-’, aofxpaivr) MA vdaoc U iTraipofievots conicio " 
<lb/>20 συμβαίνει A συμβαίνεινGB2, 21.
<lb/>22 OaXaTTeoouaat H
<lb/>22 Ttu] t6 U brdopofiov G ἐφ’ οἷς L’
<lb/>23 ἀνατραπῆναι Α μὲν GUF: om. ceteri 
<lb/>24 φῦ GUFH-’: om. MAH’P Efn:ap£yovT£; G, Ttapea/ov F
<lb/>25 ’VM-op«’OC FHP 26. 78,1 tb; — aoTouc om. IIP, w; — [xsXtaaat add. H2</note>  

<pb n="v.2.p.78"/>
αἱ μέλισσαι, καὶ ἐδίωξεν αὐτοὺς ἀπὸ Σηεὶρ ἕως Ἑρμᾶ“ (Deut. 1,43. 44)·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="100"><p>ἀνάγκη γὰρ καὶ τοὺς ἀφυῶς ἔχοντας πρὸς τὰς τῶν τεχνῶν ἀναλήψεις,
εἴ τι βιαζόμενοι πονοῖντο περὶ αὐτάς, μὴ μόνον σφάλλεσθαι τοῦ τέλους,
ἀλλὰ καὶ αἰσχύνην ὀφλεῖν, καὶ τοὺς ἄλλο τι τῶν δεόντων ἀσυγκαταθέτῳ
γνώμῃ πράττοντας <add>μὴ</add> ἐθελουσίως βιαζομένους δὲ τὸ παρ’ αὑτοῖς
ἑκούσιον μὴ κατορθοῦν, ἀλλὰ πρὸς τοῦ συνειδότος τιτρώσκεσθαί τε καὶ
 διώκεσθαι.</p></div></div></body></text></TEI>