<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="91"><p><milestone unit="altref" n="20"/> πολλάκις δὲ ἐνετύχομεν τούτοις, ἃ μηδ’ ὄναρ πρότερον εἴδομεν·
ὥσπερ γεωπόνον φασί τινες ὑπὲρ τοῦ τι τῶν ἡμέρων δένδρων φυτεῦσαι <lb n="15"/>
σκάπτοντα χωρίον θησαυρῷ περιτυχεῖν ἀνελπίστῳ χρησάμενον εὐτυχίᾳ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="92"><p>ὁ γοῦν ἀσκητὴς πυθομένου τοῦ πατρὸς αὐτοῦ τῆς ἐπιστήμης τὸν τρόπον
τοῦτον· "τί τοῦτο ὃ ταχὺ εὗρες, τέκνον“; ἀποκρίνεται καί φησιν· „ὃ παρέδωκε
κύριος ὁ θεὸς ἐναντίον μου“ (Gen. 27,20)· ὅταν γὰρ ὁ θεὸς παραδιδῷ τὰ
τῆς ἀιδίου σοφίας θεωρήματα καμάτου χωρὶς καὶ πόνου, ταῦτα ἐξαίφνης οὐ <lb n="20"/>
 προσδοκήσαντες θησαυρὸν εὐδαιμονίας τελείας εὑρίσκομεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="93"><p>συμβαίνει δὲ
πολλάκις τοῖς μὲν ἐπιπόνως ζητοῦσιν ἀποτυγχάνειν τοῦ ζητουμένου, τοῖς
δ’ ἄνευ φροντίδος ῥᾷστα καὶ ἃ μὴ διενοήθησαν εὑρίσκειν· οἱ μὲν γὰρ
νωθέστεροι καὶ βραδεῖς τὰς ψυχὰς ὥσπερ οἱ τὰ ὄμματα πεπηρωμένοι
τὸν εἰς τὸ θεωρῆσαί τι τῶν κατ’ ἐπιστήμην πόνον ἴσχουσιν ἀτελῆ, οἱ <lb n="25"/>
δὲ φύσεως εὐμοιρίᾳ δίχα ζητήσεως μυρίοις ἐνέτυχον εὐθυβόλῳ καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 ὥστ’ ἐναντία UF ἀποτελεῖ Α
<lb/>2 ἅγιον] αἴτιον UFL2 τρίχας P
<lb/>3 ὥσπερ UF 3.
<lb/>4 κεφαλώδεις U
<lb/>4 συναύξονται Α
<lb/>5 ἀπέβαλον Α
<lb/>6 post πάντα add. ἀρετῆς G
<lb/>7 τῦφον G, τῦφος UF τροπῆς ἐστιν U, τροπή ἐστιν F 
<lb/>8 καὶ secl. Cohn
<lb/>9 τέως AHPL1: τὲ M, τελέως GUFL2 ἐπιλέληστο AG, ἀπελέληστο F
<lb/>10 ὀλίγας AH1P
<lb/>11 ἢ om. F ἀπῳδὸν UF
<lb/>12 παρ’ ὅσον MAUFH
<lb/>13 οὐδ’] οὐκ UF
<lb/>14 ἃ om. F ἴδομεν GU, ἰδόντες F
<lb/>15 γεηπτονον Α τινες] τινα coni. Cohn δένδρον MHP1
<lb/>16 περιπεσεῖν UF 
<lb/>17 αὐτοῦ FP: αὐτῶ ceteri
<lb/>18 τοῦτον om. MUF ὃ om. M, ὅτι UF καὶ om. G
<lb/>19 ὁ θεὸς om. Η, postea add. L
<lb/>20 ἀιδίου codd.: ἰδίου Turn. ταῦτ’ UF
<lb/>22 ἐπιπόνου Α ἀποτυγχάνει A1
<lb/>23 γὰρ H2: γε ceteri
<lb/>25 τὸν G2 τῶν ceteri εὐμαρείᾳ Α</note> <note xml:lang="lat" type="footnote"><lb/>13 cf. Theocriti Idyll. XIV 48, locutio in proverbii consuetudinem venisse videtur.</note>  

<pb n="v.2.p.77"/>
εὐθίκτῳ χρησάμενοι προσβολῇ, ὡς δοκεῖν αὐτοὺς μὲν μὴ σπουδάσαι τοῖς
πράγμασιν ἐντυχεῖν, ἐκεῖνα δὲ μεθ’ ὁρμῆς προαπαντήσαντα εἰς ὄψιν
ἐλθεῖν ἐπειχθῆναι καὶ τὴν ἀπ’ αὐτῶν ἀκριβεστάτην ἐμποιῆσαι κατάληψιν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="94"><p><milestone unit="altref" n="21"/> τούτοις ὁ νομοθέτης φησὶ δίδοσθαι „πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησαν, οἰκίας πλήρεις τῶν ἀγαθῶν, ἃς οὐκ ἐνέπλησαν, λάκκους λελατομημένους,  <milestone unit="altpage2" n="287 M."/> οὓς οὐκ ἐξελατόμησαν, ἀμπελῶνας καὶ
ἐλαιῶνας, οὓς οὐκ ἐφύτευσαν„ (Deut. 6, 10. 11).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="95"><p>πόλεις μὲν οὖν καὶ οἰκίας συμβολικῶς τάς τε γενικὰς καὶ τὰς εἰδικὰς ἀρετὰς ὑπογράφει·
πόλει μὲν γὰρ ἔοικε τὸ γένος, ὅτι κἀν μείζοσιν ἐξετάζεται περιγραφαῖς
<lb n="10"/> καὶ πλειόνων κοινόν ἐστιν, εἶδος δὲ οἰκίᾳ τῷ συνῆχθαί τε μᾶλλον καὶ
πεφευγέναι τὴν κοινότητα.</p></div></div></body></text></TEI>