πολλάκις δὲ ἐνετύχομεν τούτοις, ἃ μηδ’ ὄναρ πρότερον εἴδομεν· ὥσπερ γεωπόνον φασί τινες ὑπὲρ τοῦ τι τῶν ἡμέρων δένδρων φυτεῦσαι σκάπτοντα χωρίον θησαυρῷ περιτυχεῖν ἀνελπίστῳ χρησάμενον εὐτυχίᾳ. ὁ γοῦν ἀσκητὴς πυθομένου τοῦ πατρὸς αὐτοῦ τῆς ἐπιστήμης τὸν τρόπον τοῦτον· "τί τοῦτο ὃ ταχὺ εὗρες, τέκνον“; ἀποκρίνεται καί φησιν· „ὃ παρέδωκε κύριος ὁ θεὸς ἐναντίον μου“ (Gen. 27,20)· ὅταν γὰρ ὁ θεὸς παραδιδῷ τὰ τῆς ἀιδίου σοφίας θεωρήματα καμάτου χωρὶς καὶ πόνου, ταῦτα ἐξαίφνης οὐ προσδοκήσαντες θησαυρὸν εὐδαιμονίας τελείας εὑρίσκομεν. συμβαίνει δὲ πολλάκις τοῖς μὲν ἐπιπόνως ζητοῦσιν ἀποτυγχάνειν τοῦ ζητουμένου, τοῖς δ’ ἄνευ φροντίδος ῥᾷστα καὶ ἃ μὴ διενοήθησαν εὑρίσκειν· οἱ μὲν γὰρ νωθέστεροι καὶ βραδεῖς τὰς ψυχὰς ὥσπερ οἱ τὰ ὄμματα πεπηρωμένοι τὸν εἰς τὸ θεωρῆσαί τι τῶν κατ’ ἐπιστήμην πόνον ἴσχουσιν ἀτελῆ, οἱ δὲ φύσεως εὐμοιρίᾳ δίχα ζητήσεως μυρίοις ἐνέτυχον εὐθυβόλῳ καὶ 1 ὥστ’ ἐναντία UF ἀποτελεῖ Α 2 ἅγιον] αἴτιον UFL2 τρίχας P 3 ὥσπερ UF 3. 4 κεφαλώδεις U 4 συναύξονται Α 5 ἀπέβαλον Α 6 post πάντα add. ἀρετῆς G 7 τῦφον G, τῦφος UF τροπῆς ἐστιν U, τροπή ἐστιν F 8 καὶ secl. Cohn 9 τέως AHPL1: τὲ M, τελέως GUFL2 ἐπιλέληστο AG, ἀπελέληστο F 10 ὀλίγας AH1P 11 ἢ om. F ἀπῳδὸν UF 12 παρ’ ὅσον MAUFH 13 οὐδ’] οὐκ UF 14 ἃ om. F ἴδομεν GU, ἰδόντες F 15 γεηπτονον Α τινες] τινα coni. Cohn δένδρον MHP1 16 περιπεσεῖν UF 17 αὐτοῦ FP: αὐτῶ ceteri 18 τοῦτον om. MUF ὃ om. M, ὅτι UF καὶ om. G 19 ὁ θεὸς om. Η, postea add. L 20 ἀιδίου codd.: ἰδίου Turn. ταῦτ’ UF 22 ἐπιπόνου Α ἀποτυγχάνει A1 23 γὰρ H2: γε ceteri 25 τὸν G2 τῶν ceteri εὐμαρείᾳ Α 13 cf. Theocriti Idyll. XIV 48, locutio in proverbii consuetudinem venisse videtur. εὐθίκτῳ χρησάμενοι προσβολῇ, ὡς δοκεῖν αὐτοὺς μὲν μὴ σπουδάσαι τοῖς πράγμασιν ἐντυχεῖν, ἐκεῖνα δὲ μεθ’ ὁρμῆς προαπαντήσαντα εἰς ὄψιν ἐλθεῖν ἐπειχθῆναι καὶ τὴν ἀπ’ αὐτῶν ἀκριβεστάτην ἐμποιῆσαι κατάληψιν. τούτοις ὁ νομοθέτης φησὶ δίδοσθαι „πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησαν, οἰκίας πλήρεις τῶν ἀγαθῶν, ἃς οὐκ ἐνέπλησαν, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησαν, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφύτευσαν„ (Deut. 6, 10. 11). πόλεις μὲν οὖν καὶ οἰκίας συμβολικῶς τάς τε γενικὰς καὶ τὰς εἰδικὰς ἀρετὰς ὑπογράφει· πόλει μὲν γὰρ ἔοικε τὸ γένος, ὅτι κἀν μείζοσιν ἐξετάζεται περιγραφαῖς καὶ πλειόνων κοινόν ἐστιν, εἶδος δὲ οἰκίᾳ τῷ συνῆχθαί τε μᾶλλον καὶ πεφευγέναι τὴν κοινότητα.