<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="86"><p><milestone unit="altref" n="19"/> Τί δέ ἐστι τὸ „Νῶε εὗρε χάριν ἐναντίον κυρίου τοῦ θεοῦ“ (Gen. 6, 8), συνεπισκεψώμεθα· τῶν εὑρισκόντων οἱ μὲν ἃ πρότερον
ἔχοντες ἀπέβαλον αὖθις εὑρίσκουσιν, οἱ δὲ ἃ μὴ πάλαι νῦν δὲ πρῶτον
περιεποιήσαντο. τουτὶ μὲν οὖν τὸ ἔργον εὕρεσιν, ἐκεῖνο δὲ ἀνεύρεσιν
<lb n="20"/> οἱ ζητητικοὶ τῶν κυρίων ὀνομάτων καλεῖν εἰώθασι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="87"><p>τοῦ μὲν οὖν προτέρου παράδειγμα ἐναργέστατον τὰ περὶ τῆς μεγάλης εὐχῆς (Num. 6, 2.)
διατεταγμένα. ἔστι δὲ εὐχὴ μὲν αἴτησις ἀγαθῶν παρὰ θεοῦ, μεγάλη
δὲ εὐχὴ τὸν θεὸν αἴτιον ἀγαθῶν αὐτὸν ἀφ’ ἑαυτοῦ νομίζειν μηδενὸς
ἑτέρου τῶν εἰς τὸ δοκεῖν ὠφελεῖν συνεργοῦντος, μὴ γῆς ὡς καρποτόκου,
<lb n="25"/> μὴ ὑετῶν ὡς σπέρματα καὶ φυτὰ συναυξόντων, μὴ ἀέρος ὡς τρέφειν
ἱκανοῦ, μὴ γεωργίας ὡς φορᾶς αἰτίας, μὴ ἰατρικῆς ὡς ὑγείας, μὴ γάμου
 ὡς γενέσεως παίδων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="88"><p>πάντα γὰρ ταῦτα δυνάμει θεοῦ μεταβολὰς  <milestone unit="altpage2" n="p. 286 M."/>
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀκροτάτῳ F ἀκρότατον UF 1.
<lb/>2 κα—ἄκρατον om. G
<lb/>2 τῶ δὲ δύο U τὸ γὰρ κεκραμένον scripsi: ἑκάτερον γὰρ codd., κεκραμένον γὰρ Mang. 
<lb/>3 καὶ post ἄτε om. UF καὶ διάκρισιν om. L
<lb/>4 καλεῖ Α γεγωνὸς Mang.: γεγονὼς codd.
<lb/>5 ἀλλὰ καὶ Η, ἀλλὰ in ras. P2
<lb/>7 πνεύματος UF 
<lb/>8 δὲ G
<lb/>9 αὐτὸ UF δυάδος H2L1: δι’ ὕδατος ceteri, διὰ δυάδος conicio ἁρμονίως Η2: ἁρμονίαν G, ἁρμονίας ceteri
<lb/>11 καὶ om. Α ἔχουσι Α 
<lb/>12 ἕνα] ἐν ὧ UF
<lb/>14 βρίθη P κρατίστης τῆς A, κρατίστην G, κράσει τῆς F πρὸς Mang.: περὶ codd.
<lb/>15 ἀσθενήσει MGF
<lb/>16 δ’ ἐστὶ UF ἔναντι HP τοῦ om. F
<lb/>18 ἀπέλαβον G
<lb/>20 ζητικοὶ H
<lb/>22 εὐχῆς G
<lb/>23 τὸν] τὸ τὸν Η2 αὐτὸν om. HP 23.
<lb/>24 μηδενὸς—συνεργοῦντος om. U
<lb/>24 τῶν del. Mang.
<lb/>25 ὑετὸν Α, ὑετοῦ GUF συναυξανόντων G</note>  

<pb n="v.2.p.76"/>
δέχεται καὶ τροπάς, ὡς τἀναντία πολλάκις τοῖς ἐξ ἔθους ἀποτελεῖν. τοῦτον
οὖν φησι Μωυσῆς „ἅγιον“ εἶναι, „τρέφοντα κόμην τρίχα κεφαλῆς“
(ibid. 5), ὅπερ ἦν τὰς ἐν τῷ ἡγεμονικῷ τῶν ἀρετῆς δογμάτων κεφαλαιώδεις
ἀνατολὰς συναύξοντα καὶ τρόπον τινὰ κομῶντα καὶ σεμνυνόμενον
 ἐπ’ αὐταῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="89"><p>ἀλλ’ ἔστιν ὅτε ἀπέβαλεν αὐτὰς αἰφνίδιον κατασκήψαντος <lb n="5"/>
οἷά τινος τυφῶνος εἰς τὴν ψυχὴν καὶ τὰ καλὰ πάντα αὐτῆς ἐξαρπάσαντος·
ὁ δὲ τυφὼν οὗτος τροπή τίς ἐστιν ἀκούσιος παραχρῆμα τὸν νοῦν
 μιαίνουσα, ἣν καλεῖ θάνατον (ibid. 9).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="90"><p>ἀλλ’ ὅμως ἀποβαλὼν αὖθις καὶ
καθαρθεὶς ἀναλαμβάνει καὶ ἀναμιμνῄσκεται ὧν τέως ἐπελέληστο, καὶ
ἅπερ ἀπέβαλεν εὑρίσκει, ὡς τὰς προτέρας τῆς τροπῆς ἡμέρας ἀλόγους <lb n="10"/>
ἐξετάζεσθαι (ibid. 12), ἢ διότι παράλογον ἡ τροπὴ πρᾶγμα, ἀπᾷδον
ὀρθοῦ λόγου καὶ φρονήσεως ἀμέτοχον, ἢ παρόσον οὐκ ἔστιν ἀξία καταριθμεῖσθαι·
„τῶν γὰρ τοιούτων“ ἔφη τις „οὐ λόγος οὐδ’ ἀριθμός“.
</p></div></div></body></text></TEI>