<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="81"><p>εἰ δὴ τοῦ ἀνειμένου
καὶ μεσότητας ἔχοντος τῶν δυνάμεων αὐτοῦ κράματος ἐμπιεῖν καὶ ἀπολαῦσαι
δυνηθείημεν, ἀποχρῶσαν ἂν εὐφροσύνην καρπωσαίμεθα, ἧς τελειοτέραν <lb n="20"/>
μὴ ζητείτω λαβεῖν τὸ ἀνθρώπων γένος· ἐδείχθησαν γὰρ αἱ ἀμιγεῖς
καὶ ἄκρατοι καὶ τῷ ὄντι ἀκρότητες περὶ τὸ ὂν μόνον ὑπάρχουσαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="82"><p><milestone unit="altref" n="18"/> τοῖς δ’ εἰρημένοις ὅμοιόν ἐστι καὶ τὸ ἑτέρωθι λεχθὲν „ἅπαξ
κύριος ἐλάλησε, δύο ταῦτα ἤκουσα“ (Psalm. 61, 12). τὸ μὲν γὰρ
<note xml:lang="mul" type="footnote"><lb/>1 συμβήσεται G
<lb/>2 προβάλλουσα F καίτοι ἥλιος ἦν UF ἔργων conicio 
<lb/>3 ἀγεννήτους AU ἄρα] ἔτι F
<lb/>4 οὐσίαι UF ἀπαστράπτουσαι G
<lb/>5 ἐνέτεινε U, ἀνέτεινεν F
<lb/>6 γῆς τερμάτων ΗP τὸ] τὸν U θερμότατος P 
<lb/>7 τούτω HP, τοῦτον coni. Cohn αὐταῖς AUF: αὐτὰς MGHP ὅπως καὶ τὸ G 
<lb/>8 διασταλὲν coni. Mangey
<lb/>9 καθειμένον L περιέσχον GH1 9.
<lb/>10 τὸ ταμιευόμενον ἐν ταῖς ὄψεσι συγγενὲς αὐτοῦ καὶ φίλον conicio ὑπαντιάσαν om. in lacuna A, ὑπαντιάσας P ἀνασπάσητα AUF
<lb/>11 ἐξ ἐναντίας AU: ἐξεναντίας ceteri δικαίωσις U
<lb/>12 μὲν post οὕτως add. UF καὶ σοφίαν θεοῦ PL
<lb/>14 δύναιτο Tuin.: δύνηται AUF, δύναται ceteri
<lb/>15 αὑτὸν H2: αὐτῶν Α, αὐτὸν ceteri
<lb/>16 γεγονότων] λεγόντων U
<lb/>18 ὅρια G ἑκάτερα AGF εἰ δὴ]ἤδη AG ἀνημμένου Α
<lb/>19 μεσότητα AH1L ἐμπιεῖν MUFH: ἐμποιεῖν ὃ A, ἐμποιεῖν P, ἐμπ εισὃ (sic) G
<lb/>20 ἀποχρώντως AGUF ἄν AGF: om. ceteri καρπωσώμεθα Α
<lb/>21 ζήτει τὸ F 21.
<lb/>22 γὰρ διαμιγεῖς G
<lb/>23 τό] τῶ AG
<lb/>24 μίαν ἐλάλησεν ὁ θεός, δύο ταύτην ἠκούσαμεν UF</note>  

<pb n="v.2.p.75"/>
ἅπαξ ἔοικε τῷ ἀκράτῳ — καὶ γὰρ τὸ ἄκρατον μονὰς καὶ ἡ μονὰς
ἄκρατον —, τὸ δὲ δὶς τῷ κεκραμένῳ· τὸ γὰρ κεκραμένον οὐχ ἁπλοῦν
ἅτε καὶ σύγκρισιν καὶ διάκρισιν ἐπιδεχόμενον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="83"><p>μονάδας μὲν οὖν ἀκράτους ὁ θεὸς λαλεῖ· οὐ γάρ ἐστιν ὁ λόγος αὐτῷ γεγωνὸς ἀέρος πλῆξις
<lb n="5"/> ἀναμιγνύμενος ἄλλῳ τὸ παράπαν οὐδενί, ἀλλὰ ἀσώματός τε καὶ γυμνός,
ἀδιαφορῶν μονάδος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="84"><p>ἀκούομεν δ’ ἡμεῖς δυάδι· τὸ γὰρ ἀφ’ ἡγεμονικοῦ πνεῦμα διὰ τραχείας ἀναπεμπόμενον ἀρτηρίας τυποῦται μὲν ἐν στόματι
ὥσπερ ὑπὸ δημιουργοῦ τινος γλώττης, φερόμενον δ’ ἔξω καὶ ἀναμιχθὲν
ἀέρι συγγενεῖ καὶ πλῆξαν αὐτὸν τὴν δυάδος κρᾶσιν ἁρμονίως
<lb n="10"/> ἀποτελεῖ· τὸ γὰρ συνηχοῦν ἐκ φθόγγων διαφερόντων δυάδι μεριστῇ τὸ
πρῶτον ἁρμόζεται ὀξὺν καὶ βαρὺν τόνον ἐχούσῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="85"><p>παγκάλως οὖν τῷ πλήθει τῶν ἀδίκων λογισμῶν ἀντέθηκεν ἕνα τὸν δίκαιον, ἀριθμῷ μὲν
ἐλάττονα δυνάμει δὲ πλείονα, ἵνα μὴ ταλαντεῦσαν ὥσπερ ἐπὶ πλάστιγγος
βρίσῃ τὸ χεῖρον, ἀλλὰ κράτει τῆς ἐναντίας πρὸς τὸ βέλτιον ῥοπῆς
<lb n="15"/> ἀνακουφισθὲν ἀσθενήσῃ.</p></div></div></body></text></TEI>