<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="71"><p>τὸ δὲ κυριολογούμενον ἐπ’ ἀνθρώπων πάθος ὁ θυμὸς
εὐθυβόλως εἴρηται τροπικώτερον ἐπὶ τοῦ ὄντος εἰς τὴν ἀναγκαιοτάτου
πράγματος δήλωσιν, ὅτι πάνθ’ ὅσα δι’ ὀργὴν ἢ φόβον ἢ λύπην ἢ ἡδονὴν <lb n="20"/>
ἤ τι τῶν ἄλλων παθῶν πράττομεν, ὑπαίτια καὶ ἐπίληπτα ὁμολογουμένως
 ἐστίν, ὅσα δὲ μετ’ ὀρθότητος λόγου καὶ ἐπιστήμης, ἐπαινετά.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="72"><p>ὁρᾷς
ὅσῃ καὶ περὶ τὴν προφορὰν κέχρηται προφυλακῇ, „ὅτι ἐθυμώθην, ὅτι
ἐποίησα αὐτοὺς“ εἰπών, ἀλλ’ οὐ κατ’ ἀναστροφήν· διότι ἐποίησα αὐτούς,
ἐθυμώθην. τοῦτο μὲν γὰρ μετανοοῦντος ἦν, ὅπερ ἡ τὰ πάντα προμηθουμένη <lb n="25"/>
θεοῦ φύσις οὐκ ἀνέχεται, ἐκεῖνο δὲ δόγμα συνεκτικώτατον εἰσηγουμένου,
ὅτι πηγὴ μὲν ἁμαρτημάτων θυμός, λογισμὸς δὲ
<note xml:lang="mul" type="footnote"><lb/>1 βλάστη G
<lb/>2 ἐνέγκῃ om. Α δυσιάτου MAGH2: δυσίατον UFPH1 δὴ] οὖν U
<lb/>3 εἰ] ἢ Α χρώμενος UF ἀνακτήσεσι H1P
<lb/>5 εἰσαγάγοι HP: ἐπαγάγοι MG, ἐπαγάγῃ Α, εἰσάγοι UF μόνως MHP: μόνος ceteri ὁ om. UF
<lb/>6 παρ’ ὃ AU τέως F
<lb/>7 συνυφεῖναι Α 
<lb/>11 τὸ αὐτὸ U, τὸ αὐτοῦ F δι’ αὐτὸ om. HP, δι’ αὐτοῦ UF
<lb/>13 προκαταστήσεσθαι AG 14.
<lb/>15 ἀποροῦμεν A
<lb/>15 ὑπογράφεται GF, ὑπογράφει τε Α νοῦν] νῦν UF, τε νοῦν Α
<lb/>16 τι τοιοῦτον UF τι] ἐστιν ὃ G στῆσαι U 
<lb/>17 δὲ MGF φασι Α
<lb/>19 εὐθυβόλως UF: om. ceteri δὲ ante ἐπὶ add. UF παρόντος UF ἀναγκαιοτάτου Maug.: ἀναγκαιοτάτην τοῦ codd. 
<lb/>20 ὅταν Η
<lb/>23 φυλακῆ GUF
<lb/>24 εἶπον A οὐκ ἀναστροφὴν Α κατὰ ἀντιστροφὴν H2 25.
<lb/>26 προθυμουμένη G
<lb/>27 πηγαὶ G</note>  

<pb n="v.2.p.73"/>
κατορθωμάτων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="73"><p>μεμνημένος δὲ τῆς περὶ πάντα τελείας ἀγαθότητος ἑαυτοῦ ὁ θεός, κἂν τὸ σύμπαν ἀνθρώπων πλῆθος ἐξ ἑαυτοῦ δι’ ὑπερβολὰς ἁμαρτημάτων
περιπίπτῃ, τὴν δεξιὰν καὶ σωτήριον χεῖρα ὀρέγων ὑπολαμβάνει
  <milestone unit="altpage2" n="p. 284 M."/> καὶ ἐξανίστησιν οὐκ ἐῶν εἰσάπαν φθαρῆναι καὶ ἀφανισθῆναι τὸ γένος.
<lb n="5"/> </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="74"><p><milestone unit="altref" n="16"/> διὸ νῦν φησι τὸν Νῶε χάριν εὑρεῖν παρ’ αὐτῷ, ὅτε οἱ ἄλλοι φανέντες ἀχάριστοι τίνειν μέλλουσι δίκας, ἵνα τὸν σωτήριον ἔλεον ἀνακεράσηται
τῇ κατὰ ἁμαρτανόντων κρίσει· καθάπερ καὶ ὁ ὑμνῳδὸς εἶπέ
που· „ἔλεον καὶ κρίσιν ᾄσομαί σοι“ (Psalm. 100, 1)·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="75"><p>εἰ γὰρ βουληθείη ὁ θεὸς δικάσαι τῷ θνητῷ γένει χωρὶς ἐλέου, τὴν καταδικάζουσαν ψῆφον
<lb n="10"/> οἴσει μηδενὸς ἀνθρώπων τὸν ἀπὸ γενέσεως ἄχρι τελευτῆς βίον ἄπταιστον
ἐξ ἑαυτοῦ δραμόντος, ἀλλὰ τὸ μὲν ἑκουσίοις, τὸ δὲ ἀκουσίοις χρησαμένου
τοῖς ἐν ποσὶν ὀλισθήμασιν.</p></div></div></body></text></TEI>