<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="66"><p><lb n="10"/> τίς γὰρ ἂν τῶν εὖ φρονούντων εἴποι τῷ θεραπευομένῳ· ὦ οὗτος, τετμήσῃ, κεκαύσῃ, ἀκρωτηριασθήσῃ, κἂν εἰ μέλλοι ταῦτ’ ἐξ ἀνάγκης ὑπομένειν;
οὐδεὶς ἐρεῖ. προαναπεσὼν γὰρ τὴν γνώμην ἐκεῖνος καὶ νόσον ἑτέραν τῆς
ψυχῆς ἀργαλεωτέραν τῆς προϋπούσης τοῦ σώματος προσλαβὼν ἀπερεῖ
 πρὸς τὴν θεραπείαν ἄσμενος,  <milestone unit="altpage2" n="p. 283 M."/> ἐκ δὲ τοῦ τὰ ἐναντία ἀπάτῃ τοῦ
<lb n="15"/> θεραπεύοντος προσδοκῆσαι τλητικῶς πάνθ’ ὑποστήσεται, κἂν ἀλγεινότατα
ᾖ τὰ σῴζοντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="67"><p>γενόμενος οὖν τῶν τῆς ψυχῆς παθῶν καὶ νοσημάτων ἄριστος ἰατρὸς ὁ νομοθέτης ἓν ἔργον καὶ τέλος προὔθετο, αὐταῖς ῥίζαις
<note xml:lang="mul" type="footnote"><lb/>1 νουθετητῶν scripsi: νομοθετῶν codd. οἲ] οἲ καὶ Α, καὶ G
<lb/>2 ἐπινοῆσαι Α, ἐπινοοῦσι G
<lb/>3 τὰς γὰρ om. AG ἐπαναστάσεις MAHPD, ἐπανασταθεὶς G καὶ ἀπειλὰς om. D
<lb/>4 οὖν om. DK ἅπαντες UF 4.
<lb/>5 πάντες οὗτοι τὰ οἰκονομικῶς ψεύδη DK
<lb/>5 ὠφελήσονται MAGH1P εἰ μὴ—σωφρονίζεσθαι om. DK
<lb/>6 καμοῦσιν UF δοκιμώτατοι Mang.: νομιμώτατοι codd. 
<lb/>7 λαλεῖν] λέγειν DK μὲν post εἰδότες transpos. PH1
<lb/>8 οὐ eras. H σωθησομένην MAH1P
<lb/>9 ῥᾳότερον UFL2 τὰ ἀρρωστήματα ὠφελήσοντας UF 
<lb/>10 εἴποι GUF: εἶπε MAHP
<lb/>11 τέτμηθι εἰ καὶ καύσῃ A τέτμηθι ἢ καὶ καύσει ἀκρωτηριασθείση G καὶ καύσῃ καὶ ἀκρωτηριασθήσῃ UF, post κεκαύσῃ add. καὶ etiam L2 κἂν] καὶ AUF μέλει Α
<lb/>12 οὐδεὶς M: ὅτε δέοι UF, mg. L, οὐδὲ εἷς ceteri ἐρεῖ om. UF 12.
<lb/>13 τῆς ψυχῆς scripsi: τῆ ψυχὴ codd. 
<lb/>13 προσλαβὼν UFH2: προσβαλὼν ceteri ἀπαίρει AUF (sed αἰ in ras. A)
<lb/>14 ἄσμενος fort. in lin.
<lb/>15 transpon. τοῦ τοῦ ἐναντία Η, τῆ τοῦ ἐναντία P ἀπάγῃ F
<lb/>15 πάντα G
<lb/>16 τῆς om. UF καὶ νοσημάτων UF: om. ceteri
<lb/>17 τέλος ἓν UF</note> <note xml:lang="mul" type="footnote">2—7 DK fol. 252r ἐκ τοῦ περὶ τῶν γιγάντων: ἐπειδὴ καὶ ἀναγώγοις—τῶν ἰατρῶν λέγειν οὐκ ἀνέχονται DK fol. 159r Φίλωνος ἐκ τοῦ περὶ γιγάντων (Anton. Mel. II 21 col. 1063 Φίλωνος): καὶ ἀναγώγοις καὶ ἄφροσι (σἰκέταις Anton.) (lin. 4)
<lb/>6 sqq. cf. Be Cherubim § 15, Platonis Remp. p. 389 B, Clementem Strom. VII §
<lb/>53 p. 863 P, Orig. Homil. XIX,
<lb/>3 in Jeremiam p. 265: ὡς ἰατρὸς ἀπατᾶν τὸν κάμνοντα πραγματεύεται μὴ δυνάμενον θεραπευθῆναι, ἐὰν μὴ ἀπάτης παραδέξηται λόγους . . . λεγέτω ὁ ἰατρὸς τῷ κάμνοντι· τμηθῆναί σε δεῖ, καυτηριασθῆναί σε δεῖ . . . . . . . οὐκ ἂν παράσχοι αὐτὸν ἐκεῖνος, fragm. ex libro VI Stromatum Origenis p. 39.</note>  

<pb n="v.2.p.72"/>
τὰς τῆς διανοίας νόσους ἐκτεμεῖν, ἵνα μή τις ὑπολειφθεῖσα βλάστην
 ἀρρωστήματος ἐνέγκῃ δυσιάτου.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="68"><p>τοῦτον δὴ τὸν τρόπον ἤλπισεν ἐκκόψαι
δυνήσεσθαι, εἰ χρώμενον ἀπειλαῖς καὶ ἀγανακτήσεσι καὶ ἀπαραιτήτοις
ὀργαῖς, ἔτι δὲ ἀμυντηρίοις ὅπλοις πρὸς τὰς κατὰ τῶν ἀδικούντων
ἐπεξόδους εἰσαγάγοι τὸ αἴτιον· μόνως γὰρ οὕτως ὁ ἄφρων νουθετεῖται. <lb n="5"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="69"><p>παρό μοι δοκεῖ τοῖς προειρημένοις δυσὶ κεφαλαίοις, τῷ τε „ὡς ἄνθρωπος“
καὶ τῷ „οὐχ ὡς ἄνθρωπος ὁ θεὸς“ ἕτερα δύο συνυφῆναι ἀκόλουθα
καὶ συγγενῆ, φόβον τε καὶ ἀγάπην· τὰς γὰρ διὰ τῶν νόμων εἰς εὐσέβειαν
ὁρῶ παρακελεύσεις ἁπάσας ἀναφερομένας ἢ πρὸς τὸ ἀγαπᾶν ἢ πρὸς τὸ
φοβεῖσθαι τὸν ὄντα. τοῖς μὲν οὖν μήτε μέρος μήτε πάθος ἀνθρώπου <lb n="10"/>
περὶ τὸ ὂν νομίζουσιν, ἀλλὰ θεοπρεπῶς αὐτὸ δι’ αὐτὸ μόνον τιμῶσι τὸ
ἀγαπᾶν οἰκειότατον, φοβεῖσθαι δὲ τοῖς ἑτέροις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="70"><p><milestone unit="altref" n="15"/> Ἃ μὲν οὖν προκαταστήσασθαι τῆς ζητήσεως ἁρμόττον ἦν,
τοιαῦτά ἐστιν. ἐπανιτέον δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς σκέψιν, καθ’ ἣν ἠποροῦμεν,
τίνα ὑπογράφει νοῦν τὸ „ἐθυμώθην ὅτι ἐποίησα αὐτούς“. ἴσως <lb n="15"/>
οὖν τοιοῦτόν τι βούλεται παραστῆσαι, ὅτι οἱ μὲν φαῦλοι θυμῷ γεγόνασι
θεοῦ, οἱ δ’ ἀγαθοὶ χάριτι. καὶ γὰρ ἑξῆς φησι· „Νῶε δὲ εὗρε χάριν“
 (Gen. 6, 8).</p></div></div></body></text></TEI>