<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="61"><p>ἀλλὰ τοῖς πυνθανομένοις ἀποκρίνεται· ὦ οὗτοι, τῷ ἄριστα
νομοθετήσοντι τέλος ἓν δεῖ προκεῖσθαι, πάντας ὠφελῆσαι τοὺς ἐντυγχάνοντας.
οἱ μὲν οὖν εὐμοίρου φύσεως λαχόντες καὶ ἀγωγῆς ἐν πᾶσιν <lb n="10"/>
ἀνυπαιτίου, τὴν μετὰ ταῦθ’ ὁδὸν τοῦ βίου λεωφόρον καὶ εὐθεῖαν
εὑρίσκοντες, ἀληθείᾳ συνοδοιπόρῳ χρῶνται, παρ’ ἧς μυηθέντες τὰ περὶ
τοῦ ὄντος ἀψευδῆ μυστήρια τῶν γενέσεως οὐδὲν προσαναπλάττουσιν
 αὐτῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="62"><p>τούτοις οἰκειότατον πρόκειται κεφάλαιον ἐν τοῖς ἱεροφαντηθεῖσι
χρησμοῖς, ὅτι „οὐχ ὡς ἄνθρωπος ὁ θεός“, ἀλλ’ οὐδ’ ὡς οὐρανὸς οὐδ’ <lb n="15"/>
ὡς κόσμος· ποιὰ γὰρ εἴδη ταῦτά γε καὶ εἰς αἴσθησιν ἐρχόμενα, ὁ δ’
ἄρα οὐδὲ τῷ νῷ καταληπτὸς ὅτι μὴ κατὰ τὸ εἶναι μόνον· ὕπαρξις γὰρ
ἔσθ’ ἣν καταλαμβάνομεν αὐτοῦ, τῶν δέ γε χωρὶς ὑπάρξεως οὐδέν.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="63"><p><milestone unit="altref" n="14"/> οἱ δέ γε νωθεστέρᾳ μὲν καὶ ἀμβλείᾳ κεχρημένοι τῇ φύσει, περὶ
δὲ τὰς ἐν παισὶ τροφὰς πλημμεληθέντες, ὀξὺ καθορᾶν ἀδυνατοῦντες <lb n="20"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 αὗται UF: αἱ γὰρ ceteri, αὗται γὰρ Mang. λόγῳ μὲν] spatium in U
<lb/>2 εἵνεκα F Μώσης MA, om. Η1Ρ χεῖρας om. M
<lb/>3 ἀγέννητον AU ὅπλισιν MAG2: ὅπλησιν P, ὁπλίσει UF, ὅπλισι G1, ὅπλησι Η, ὅπλοισι L, ὁπλίζει v 
<lb/>4 τὴν] τοῦτον Η2 γὰρ om. G εἰσάγει addidi
<lb/>5 καὶ πνεύμασι GUF: om. MAHP τῶν καὶ φθοροποιῶν πυρία (μυρία m2) G καταιγίδα UF: om. κεραυνῶ HP
<lb/>6 ὠνόμασε U ποιηταὶ om. F προσαγορεύοντος F 
<lb/>7 προσέτι δὲ UF καὶ ὅσα UF
<lb/>8 ἀποκρίνεσθαι U, ἀποκρίνεσθε F
<lb/>9 νομοθετήσοντι D: νομοθετήσαντι codd. προσκεῖσθαι MAHP προκεῖσθαι δεῖ D ὠφελεῖσθαι HD, ἐκδέχεσθαι AP
<lb/>10 εὐμοίρου MU: εὐμοιροῦντες F, εὐμέτρου AGP2, ἀμοίρου HP1 λαχόντες om. UF ἀγωγὴν G ἐν πᾶσιν M: πάσης UF, ζῆν AG, om. HP
<lb/>11 ἀνυπαίτιον MAH1P
<lb/>12 ἀνευρίσκοντες UF μηθέντες UF1
<lb/>13 προσαναπλάττουσιν UFH2: προαναπλάττουσιν ceteri
<lb/>15 ὁ om. P οὐδ’ scripsi: οὔτ’ codd. οὐδ’ U, οὐδὲ G: οὔθ’ ceteri
<lb/>18 ἔσθ’ ἣν MAH1: ἐστιν ἣν UF, ἔσθ’ ὃ ἦν G, ἐστι A, ἔσθ’ ὃ Η2 τῶν δέ γε UF: τὸν δέ γε AG, τὸ δέ γε MHP, τοῦ δὲ coni. Mang.
<lb/>19 γεωδεστέρα UF
<lb/>20 καὶ ante ὀξὺ add. Mang.</note> <note xml:lang="mul" type="footnote">8.
<lb/>9 DR fol. 114r ἐκ τοῦ περὶ γιγάντων: τῷ ἄριστα—τοὺς ἐντυγχάνοντας. 
<lb/>17 DL fol. 26v DR fol. 22v DC fol. 45v ἐκ τοῦ περὶ γιγάντων: οὐδὲ τῶ νῷ καταληπτὸς ὁ θεὸς ὅτι εἰ μὴ κατὰ τὸ εἶναι μόνον.</note>  

<pb n="v.2.p.71"/>
ἰατρῶν δέονται νουθετητῶν, οἳ πρὸς τὸ παρὸν πάθος τὴν οἰκείαν
ἐπινοήσουσι θεραπείαν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="64"><p>ἐπεὶ καὶ ἀναγώγοις καὶ ἄφροσιν οἰκέταις φοβερὸς δεσπότης ὠφέλιμος, τὰς γὰρ ἐπανατάσεις καὶ ἀπειλὰς αὐτοῦ δεδιότες
ἄκοντες φόβῳ νουθετοῦνται. μανθανέτωσαν οὖν πάντες οἱ τοιοῦτοι τὰ
<lb n="5"/> ψευδῆ, δι’ ὧν ὠφεληθήσονται, εἰ μὴ δύνανται δι’ ἀληθείας σωφρονίζεσθαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="65"><p>καὶ γὰρ τοῖς τὰ σώματα κάμνουσιν ἐπισφαλῶς οἱ δοκιμώτατοι τῶν ἰατρῶν τἀληθῆ λαλεῖν οὐχ ὑπομένουσιν εἰδότες ἀθυμοτέρους μὲν ἐκ τούτου
γενησομένους καὶ οὐ ῥωσθησομένην τὴν νόσον, ἐκ δὲ τῆς τῶν ἐναντίων
παρηγορίας πραότερον τὰ ἐν χερσὶν οἴσοντας καὶ τὸ ἀρρώστημα λωφῆσον.
</p></div></div></body></text></TEI>