<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="6"><p>λέγει γὰρ ἐν τῇ πρώτῃ τῶν βασιλειῶν αὕτη τὸν τρόπον τοῦτον· „δίδωμί σοι αὐτὸν δοτόν“ (I Reg. 1,28), ἐν ἴσῳ τῷ
δοτὸν ὄντα, ὥστ’ εἶναι „τὸν δεδομένον δίδωμι“, κατὰ τὸ ἱερώτατον
Μωυσέως γράμμα τοῦτο· „τὰ δῶρά μου, δόματά μου, καρπώματά μου
διατηρήσετε προσφέρειν ἐμοί“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="7"><p>(Num. 28,2.) τίνι γὰρ εὐχαριστητέον
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐνάρμοστοι H1P δ’] δὴ conicio τὸ] τῶ ex corr. G,H ἑαυτῇ GUF: αὐτῶ MAPH1, ἑαυτῶ H2
<lb/>2 τὸ post ἐστὶ add. UFL2 ὃς] ὡς UF 
<lb/>3 ἔκγονον conicio
<lb/>5 ἁρμόζον Α
<lb/>6 οὐδενὸς ἔτι θνητοῦ UF
<lb/>7 εὐείδρυτον U, ἀίδρυτον F
<lb/>10 αὐτῆς MAPH1: αὐτὴ GH2, αὐτὴ U, αὕτη F 
<lb/>11 γονὰς θείας UF ταῖς τελεσφόροις GH2
<lb/>13 ἐπεφήμισε Mang.: ἐφήμισε codd, δὲ MGU
<lb/>14 κρίνασα AD 14—18 ἀγαθόν. ἔφη γάρ· δοτὸν ὄντα δίδωμι αὐτὸν τῷ δόντι θεῷ κατὰ τὸ ἱερώτατον τοῦ νόμου πρόσταγμα τὸ φάσκον· δῶρά μου D
<lb/>14 ὃ] ὦ Α
<lb/>15 αὐτῆς G
<lb/>16 ὄντα post τοῦτον add. G τῷ] τὸν Α
<lb/>17 δοτὸν ὄντα] δοτῶν ὦ (sic) G
<lb/>18 Μωυσέως U: Μωυσέος GF, Μώσεως MAP, Μωσέος Η γράμμα Μωυσ. transpos. UF τὰ δῶρα—ἐμοὶ] τὴν προσφοράν μου ἄρτον μου εἰς πυρόν μου διατηρήσεται τοῦ προσφέρειν ἐμοί (μοι UF
<lb/>19 διατηρήσεται AG, διατηρήσατε D μοι D</note> <note xml:lang="mul" type="footnote">9.
<lb/>10 R fol. 91r τοῦ αὐτοῦ. τούτου γίνεται μαθητρὶς καὶ διάδοχος ἄννα. 19—58,5. 14—19 DC fol. 254r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ γιγάντων DR fol. 269v τοῦ αὐτοῦ: τίνι εὐχαριστητέον πλὴν θεῷ—καθαρεύσωμεν ἀδικημάτων. pergunt lin. 14—19: οὕτως ἡ Ἀννα τὸν Σαμουὴλ ἀντιδίδωσι τῷ δόντι—προσφέρειν μοι.
<lb/>18 sqq. Origenes, Homilia XXIII
<lb/>2 in Numeros p. 357 (ad eundem locum): nemo suum aliquid offert deo, sed quod offert, domini est; et non tam sua quis offert deo quam ipsi quae sua sunt reddit . . . . a me enim cuncta quae habet humanum genus percipit.</note>  

<pb n="v.2.p.58"/>
ἄλλῳ πλὴν θεῷ; διὰ τίνων δὲ ὅτι μὴ διὰ τῶν ὑπ’ αὐτοῦ δοθέντων;
οὐδὲ γὰρ ἄλλων εὐπορῆσαι δυνατόν. χρεῖος δ’ οὐδενὸς ὢν κελεύει
προσφέρειν αὑτῷ τὰ ἑαυτοῦ δι’ ὑπερβολὴν τῆς πρὸς τὸ γένος ἡμῶν
εὐεργεσίας· μελετήσαντες γὰρ εὐχαριστητικῶς ἔχειν καὶ τιμητικῶς αὐτοῦ
καθαρεύσομεν ἀδικημάτων ἐκνιψάμενοι τὰ καταρρυπαίνοντα τὸν βίον ἔν <lb n="5"/>
 τε λόγοις καὶ ἐννοίαις καὶ ἔργοις.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="8"><p>καὶ γὰρ εὔηθες εἰς μὲν τὰ ἱερὰ <milestone unit="altpage1" n="p. 274 M."/>  μὴ
ἐξεῖναι βαδίζειν, ὃς ἂν μὴ πρότερον λουσάμενος φαιδρύνηται τὸ σῶμα,
εὔχεσθαι δὲ καὶ θύειν ἐπιχειρεῖν ἔτι κεκηλιδωμένῃ καὶ πεφυρμένῃ
διανοίᾳ. καίτοι τὰ μὲν ἱερὰ λίθων καὶ ξύλων ἀψύχου τῆς ὕλης
πεποίηται, καθ’ αὑτὸ δὲ καὶ τὸ σῶμα ἄψυχον· ἀλλ’ ὅμως ὂν <lb n="10"/>
ἄψυχον ἀψύχων οὐ προσάψεται μὴ περιρραντηρίοις καὶ καθαρσίοις ἁγνευτικοῖς
χρησάμενον, ὑπομενεῖ δέ τις τῷ θεῷ προσελθεῖν ἀκάθαρτος ὢν
ψυχὴν τὴν ἑαυτοῦ τῷ καθαρωτάτῳ, καὶ ταῦτα μὴ μέλλων μετανοήσειν;
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="9"><p>ὁ μὲν γὰρ πρὸς τῷ μηδὲν ἐπεξεργάσασθαι κακὸν καὶ τὰ παλαιὰ ἐκνίψασθαι
δικαιώσας γεγηθὼς προσίτω, ὁ δ’ ἄνευ τούτων δυσκάθαρτος ὢν <lb n="15"/>
ἀφιστάσθω· λήσεται γὰρ οὐδέποτε τὸν τὰ ἐν μυχοῖς τῆς διανοίας
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="10"><p> ὁρῶντα καὶ τοῖς ἀδύτοις αὐτῆς ἐμπεριπατοῦντα. <milestone unit="altref" n="3"/> τῆς μέντοι θεοφιλοῦς
ψυχῆς δεῖγμα ἐναργέστατόν ἐστι καὶ τὸ ᾆσμα, ἐν ᾧ περιέχεται
τὸ „στεῖρα ἔτεκεν ἑπτά, ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε“ (I Reg. 2, 5)·
 καίτοι γε ἑνός ἐστι μήτηρ τοῦ Σαμουὴλ ἡ λέγουσα.</p></div></div></body></text></TEI>