οἱ δὲ συμβάσεις καὶ σπονδὰς πρὸς σῶμα θέμενοι, ἀδυνατοῦντες ἀπαμφιάσασθαι τὸ σαρκῶν περίβλημα καὶ μόνην καὶ καθ’ ἑαυτὴν ἀπροσδεᾶ καὶ ἁπλῆν φύσιν ἰδεῖν ἀμιγῆ καὶ ἀσύγκριτον, οἷα περὶ ἑαυτῶν τοιαῦτα καὶ περὶ τοῦ πάντων αἰτίου διενοήθησαν, οὐ λογισάμενοι ὅτι τῷ μὲν ἐκ πλειόνων συνόδου δυνάμεων γενομένῳ πλειόνων ἔδει μερῶν πρὸς τὴν τῶν καθ’ ἕκαστον χρειῶν ὑπηρεσίαν, ὁ δὲ θεὸς ἅτε ἀγένητος ὢν καὶ τὰ ἄλλα ἀγαγὼν εἰς γένεσιν οὐδενὸς ἐδεήθη τῶν τοῖς γεννήμασι προσόντων· ἐπεὶ καὶ τί φῶμεν; εἰ κέχρηται τοῖς ὀργανικοῖς μέρεσι, βάσεις μὲν ἔχει τοῦ προέρχεσθαι χάριν — βαδιεῖται δὲ ποῖ πεπληρωκὼς τὰ πάντα; καὶ πρὸς τίνα μηδενὸς ὄντος ἰσοτίμου; καὶ ἕνεκα τοῦ; οὐ γὰρ ὑγείας φροντίζων ὥσπερ καὶ ἡμεῖς — καὶ χεῖρας μέντοι πρὸς τὸ λαβεῖν τε καὶ δοῦναι· λαμβάνει μὲν δὴ παρ’ οὐδενὸς οὐδέν — πρὸς γὰρ τῷ ἀνεπιδεεῖ καὶ τὰ σύμπαντα ἔχει κτήματα —, δίδωσι δὲ λόγῳ χρώμενος ὑπηρέτῃ δωρεῶν, ᾧ καὶ τὸν κόσμον εἰργάζετο. ὀφθαλμῶν γε μὴν οὐκ ἐδεῖτο, οἷς ἄνευ φωτὸς αἰσθητοῦ κατάληψις οὐ γίνεται· τὸ δὲ αἰσθητὸν φῶς γενητόν, ἑώρα δὲ ὁ θεὸς καὶ πρὸ γενέσεως φωτὶ χρώμενος ἑαυτῷ. τί δὲ δεῖ λέγειν περὶ τῶν τῆς τροφῆς ὀργάνων; εἰ γὰρ ταῦτ’ ἔχει, καὶ τρέφεται καὶ πληρωθεὶς μὲν ἀποπατεῖ, παυσάμενος δὲ δεῖται πάλιν, καὶ τἄλλα ὅσα τούτοις ἀκόλουθα οὐκ ἂν εἴποιμι· ἀσεβῶν 1 ἐκβιβάσαντες UF: ἐπιβιβάσαντες ceteri 2 τι GUF: om. ceteri αὐτοῦ om. UF ἦν om. UF 4 μόνον φαντασίαν UF ἀνεδέξαντο P, ἐδέξαντο UF αὑτό U: om. F, αὐτόν ceteri 5 συμβιβάσεις U σώματα U, σώματι F ἐπαμφιάσασθαι Α, corr. m. rec. in mg. 6 πρόβλημα H1P 7 οἷα] οἷα in ras. Η2, οἷς βία P, ὁποῖα Turn. περὶ αὐτὴν U, περὶ αὐτῶν F (ῶν F2 in ras.) 8 τῶν μὲν GUF 9 συνόδου—πλειόνων om. UF συνόλου G γενομένων G 10 ἕκαστα UF ὑπηρεσιῶν Η 11 ἀγένητος MGL: ἀγέννητος ceteri ἄλλα] ὅλα coni. Mang. 13 ἔχειν H2 προέρχεσθαι H2: προσέρχεσθαι ceteri δέ τοι G 14 ἰσοτίμου] ἑτέρου UF 14—15 ἕνεκα—γὰρ om. Α 15 τοῦ; οὐ γὰρ MHP: τοῦ; οὐ L, τούτου καὶ G, οὐ γὰρ UF ὑγείας om. HP καὶ om. F χεῖρες M, χεῖρα AH1PL 16 τε om. UF λαμβάνειν F δὴ] οὑν UF 17 γὰρ] δὲ Α 18 λόγῳ] νόμω UFL2 19 αἰσθητῶν F, αἴσθῃ U 20 φῶς ὡς G γεννητόν AUF καὶ πρὸ γενέσεως post ἑαυτῷ HP 21 δὲ UF: om. ceteri 22 ἀποπατεῖ MAHP: ἀποπαύεται GUFL2, ἀναπαύεται conicio παυσάμενος] ἀποπατήσας vel ἀναπαυσάμενος conicio αὗται μυθοποιίαι λόγῳ μὲν ἀνθρωπόμορφον ἔργῳ δὲ ἀνθρωποπαθὲς εἰσαγόντων τὸ θεῖον. τίνος οὖν ἕνεκα Μωυσῆς βάσεις, χεῖρας, εἰσόδους, ἐξόδους φησὶν εἶναι μερὶ τὸ ἀγένητον, τίνος δὲ χάριν ὅπλισιν τὴν πρὸς ἐχθρῶν ἄμυναν; ξιφηφοροῦντα γὰρ εἰσάγει καὶ βέλεσι χρώμενον καὶ πνεύμασι καὶ φθοροποιῷ πυρί — καταιγίδα καὶ κεραυνὸν ἑτέροις ὀνόμασι ταῦτα ποιηταὶ προσαγορεύοντες ὅπλα τοῦ αἰτίου φασὶν εἶναι —, πρὸς δὲ ἔτι ζῆλον, θυμόν, ὀργάς, ὅσα τούτοις ὅμοια ἀνθρωπολογῶν διεξέρχεται;