Δεδηλωκότες οὖν ἀποχρώντως περὶ τούτων τὰ ἑξῆς ἴδωμεν. ἔστι δὲ ταῦτα· „ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτόν“ (Gen. 6,7). πάλιν τινὲς τῶν εἰρημένων ἀκούσαντες ὑπολαμβάνουσι θυμοῖς καὶ ὀργαῖς χρῆσθαι τὸ ὄν. ἔστι δ’ οὐδενὶ ληπτὸν πάθει τὸ παράπαν· ἀσθενείας γὰρ ἀνθρωπίνης τὸ κηραίνειν ἴδιον, θεῷ δὲ οὔτε τὰ ψυχῆς ἄλογα πάθη οὔτε τὰ σώματος μέρη καὶ μέλη συνόλως ἐστὶν οἰκεῖα. λέγεται δὲ οὐδὲν ἧττον παρὰ τῷ νομοθέτῃ μέχρι τινὸς εἰσαγωγῆς τὰ τοιαῦτα, τοῦ νουθετῆσαι χάριν τοὺς ἑτέρως μὴ δυναμένους σωφρονίζεσθαι. τῶν γὰρ ἐν ταῖς προστάξεσι καὶ ἀπαγορεύσεσι νόμων, οἳ δὴ κυρίως εἰσὶ νόμοι, δύο τὰ ἀνωτάτω πρόκειται κεφάλαια περὶ τοῦ αἰτίου, ἓν μὲν ὅτι „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num. 23,19), ἕτερον δὲ ὅτι ὡς ἄνθρωπος. ἀλλὰ τὸ μὲν πρότερον ἀληθείᾳ βεβαιοτάτῃ πεπίστωται, τὸ δ’ ὕστερον πρὸς τὴν τῶν πολλῶν διδασκαλίαν εἰσάγεται· παρὸ καὶ λέγεται ἐπ’ αὐτοῦ· „ὡς ἄνθρωπος παιδεύσει τὸν υἱὸν αὐτοῦ“ (Deut. 1,31)· ὥστε παιδείας ἕνεκα καὶ νουθεσίας, ἀλλ’ οὐχὶ τῷ πεφυκέναι τοιοῦτον εἶναι λέλεκται. τῶν γὰρ ἀνθρώπων οἱ μὲν ψυχῆς, οἱ δὲ σώματος γεγόνασι φίλοι· οἱ μὲν οὖν ψυχῆς ἑταῖροι νοηταῖς καὶ ἀσωμάτοις φύσεσιν ἐνομιλεῖν δυνάμενοι οὐδεμιᾷ τῶν γεγονότων ἰδέᾳ 1 primum καὶ om. HPL1 ἀγαθῶν καὶ τῶν H2: om. ceteri 2 ἐν om. AUF 3 ὁ om. GF 3. 4 ὁ—ἂν om. Α 3. 4 ὑποβάλλῃ ὑποβάλῃ M) λόγος MGUP: ἐπιβάλλει λόγος F, λόγος ὑποβάλλῃ Η ὑποβάλλει H2) 5 ἀποχρώντως om. U 6 ταῦτα UF: τοιαῦτα ceteri φησί ante τὸν add. U 7 πετεινοῦ MGUF 8 ἐθυμώθην] ἐνεθυμήθην HP πάλιν HP: πάλαι ceteri 10 ἔστι UF: ἐπεὶ ceteri 11 κηραίνειν] ὀργίζεσθαι Α, s. s. P2 τῆς ψυχῆς UF τοῦ σώματος UF 12 μέλη καὶ μέρη UF 14 ἑτέρους GF, ἑτέρω P πράξεσι U 15 οἲ] ἡ Α εἰσὶν ὅμοιοι F πρόκεινται HP 16 περὶ] παρὰ Η ὁ om. U 17 ὅτι om. F πρότερον UF: πρῶτον ceteri 18 ἕτερον UF 19 παρ’ ὃ GU αὐτοῦ F, αὖ U: αὐτοὺς ceteri παιδεύσει UF: παιδεῦσαι cetori 22 οὖν om. G 23 ἤδη ante φύσεσιν add. UF ὁμιλεῖν UF 10 sqq. cf. Clementem Strom. II § 72 p. 467 P. 14 sqq. Orig. Comment. in Ev. Matth. XVII 17 p. 795 (Philonis operum vol. l p. LXXXXVI), Contra Celsum IV 71. p. 557. παραβάλλουσι τὸ ὄν, ἀλλ’ ἐκβιβάσαντες αὐτὸ πάσης ποιότητος — ἓν γάρ τι τῶν εἰς τὴν μακαριότητα αὐτοῦ καὶ τὴν ἄκραν εὐδαιμονίαν ἦν τὸ ψιλὴν ἄνευ χαρακτῆρος τὴν ὕπαρξιν καταλαμβάνεσθαι — τὴν κατὰ τὸ εἶναι φαντασίαν μόνην ἐνεδέξαντο μὴ μορφώσαντες αὐτό.