ψυχῆς γὰρ ὄψις οὗτος οἰκείαις περιλαμπόμενος αὐγαῖς, δι’ ὧν ὁ πολὺς καὶ βαθὺς ζόφος, ὃν κατέχεεν ἄγνοια τῶν πραγμάτων, ἀνασκίδναται. τοῦτο τῆς ψυχῆς τὸ εἶδος οὐκ ἐκ τῶν αὐτῶν στοιχείων, ἐξ ὧν τὰ ἄλλα ἀπετελεῖτο, διεπλάσθη, καθαρωτέρας δὲ καὶ ἀμείνονος ἔλαχε τῆς οὐσίας, ἐξ ἧς αἱ θεῖαι φύσεις ἐδημιουργοῦντο· παρὸ καὶ μόνον τῶν ἐν ἡμῖν εἰκότως ἄφθαρτον ἔδοξεν εἶναι διάνοια. μόνην γὰρ αὐτὴν ὁ γεννήσας πατὴρ ἐλευθερίας ἠξίωσε, καὶ τὰ τῆς ἀνάγκης ἀνεὶς δεσμὰ ἄφετον εἴασε, δωρησάμενος αὐτῇ τοῦ πρεπωδεστάτου καὶ οἰκείου κτήματος αὐτῷ, τοῦ ἑκουσίου, μοῖραν, ἣν ἠδύνατο δέξασθαι· τὰ μὲν γὰρ ἄλλα ζῷα, ὧν ἐν ταῖς ψυχαῖς τὸ ἐξαιρούμενον εἰς ἐλευθερίαν νοῦς οὐκ ἔστι, καταζευχθέντα καὶ ἐγχαλινωθέντα πρὸς ὑπηρεσίαν ἀνθρώποις παραδέδοται ὥσπερ οἰκέται δεσπόταις, ὁ δὲ ἄνθρωπος ἐθελουργοῦ καὶ αὐτοκελεύστου γνώμης λαχὼν καὶ 1 ἀμυδρὰν HP, ἢ ἀμυδρὸν MDR 2 τυπωθὲν D ποτὲ bis DL οἰκείως] εἰκὸς P ὡς GUFNDE: καὶ ὡς H2, οἰκείως PH1, om. MA 4 εἶναι om. Ε δὴ om. UFNE ζῶον G1 ὑπερέχει E δὲ om. U, δὴ Α, τοίνυν E 5 ἀγελῶν U ὑπερβέβληκεν MAH1P: ὑπερβέβηκεν ceteri ὁ ἄνθρωπος HP 5. 6 οὗτος τοίνυν ἐξαίρετον UF, οὗτος δὲ ἐξαίρετον Ε 6 οὗτος post ἔλακε transpos. G ἣ MG: ἢ Α, ἧ ceteri E ὁμοῦ om. E 8 ἡγεμονικώτατον GUFE 9 οὕτως Α, οὗτος post οἰκείαις transpos. H1P, del. Η2 10 ταῖς ante οἰκείαις add. UFE, δὲ add. G 13 ἔλαχε] ἐπὶ G1, ἀπὸ G2 ἧς καὶ αἱ D 14 παρ’ ὃ AGU 15 διάνοια G1UF: διάνοιαν ceteri γεννήσας ὁ DM 16 ἀφέτην G αὐτῇ om. DM 17 οἰκειοτάτου GF αὐτῶ MAGHPab: αὐτῶν UFr, αὐτοῦ DM 18 ἄλλα] ἄλογα UH2 18. 19 ψυχαῖς ἡ ἐξαιρουμένη εἰς ἐλευθερίαν διάνοια οὐκ ἔστι E 19 ὁ ἐξαιρούμενος UF 19. 20 χαλινωθέντα E 20 παραδίδοται U 21 δ’ E ἐλευθερουργοῦ AHP2, ἐλευθέρου γοῦν P1 γνώμης] γνῶσιν HP προαιρετικῶς HL1 9 cf. Aristot. Topica I 17 p. 108a11 ὡς ὄψις ἐν ὀφθαλμῷ, νοῦς ἐν ψυχῇ et quae collegi in Elteri Gnomologiorum graecorum historia p. 232. 11—18 DM fol. 282, DP fol. 376v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ γιγάντων: τῆς ψυχῆς τὸ εἶδος—ἣν ἡδύνατο δέξασθαι. προαιρετικαῖς χρώμενος τὰ πολλὰ ταῖς ἐνεργείαις εἰκότως ψόγον μὲν ἔσχεν ἐφ’ οἷς ἐκ προνοίας ἀδικεῖ, ἔπαινον δὲ ἐφ’ οἷς ἑκὼν κατορθοῖ. τῶν μὲν γὰρ ἄλλων φυτῶν τε καὶ ζῴων οὔτε αἱ εὐφορίαι ἐπαινεταὶ οὔθ’ αἱ κακοπραγίαι ψεκταί — τὰς γὰρ ἐφ’ ἑκάτερα κινήσεις καὶ μεταβολὰς ἀπροαιρέτους καὶ ἀκουσίους ἔλαβον —, μόνη δὲ ἡ ἀνθρώπου ψυχὴ δεξαμένη παρὰ θεοῦ τὴν ἑκούσιον κίνησιν καὶ κατὰ τοῦτο μάλιστα ὁμοιωθεῖσα αὐτῷ, χαλεπῆς καὶ ἀργαλεωτάτης δεσποίνης, τῆς ἀνάγκης, ὡς οἷόν τε ἦν ἐλευθερωθεῖσα κατηγορίας ἂν δεόντως τυγχάνοι, ὅτι τὸν ἐλευθερώσαντα οὐ περιέπει· τοιγάρτοι τὴν κατ’ ἀπελευθέρων ἀχαρίστων ἀπαραίτητον δίκην ὀρθότατα τίσει. ὥστε „ἐνεθυμήθη καὶ διενοήθη ὁ θεὸς“ οὐχὶ νῦν πρῶτον, ἀλλ’ ἐξέτι πάλαι παγίως καὶ βεβαίως, „ὅτι ἐποίησε τὸν ἄνθρωπον“, τουτέστιν ὁποῖον αὐτὸν εἰργάσατο· εἰργάσατο γὰρ αὐτὸν ἄφετον καὶ ἐλεύθερον, ἑκουσίοις καὶ προαιρετικαῖς χρησόμενον ταῖς ἐνεργείαις πρὸς τήνδε τὴν χρείαν, ἵνα ἐπιστάμενος ἀγαθά τε αὖ καὶ κακὰ καὶ καλῶν καὶ αἰσχρῶν λαμβάνων ἔννοιαν καὶ δικαίοις καὶ ἀδίκοις καὶ ὅλως τοῖς ἀπ’ ἀρετῆς καὶ κακίας καθαρῶς ἐπιβάλλων αἱρέσει μὲν τῶν ἀμεινόνων, φυγῇ δὲ τῶν ἐναντίων χρῆται. παρὸ καὶ λόγιόν ἐστι τοιοῦτον ἀναγεγραμμένον ἐν Δευτερονομίῳ· „ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἔκλεξαι τὴν ζωήν“ (Deut. 30, 15. 19). οὐκοῦν ἀμφότερα διὰ τούτου παρίσταται, ὅτι 1 τἄ πολλὰ om. E 2. 5 τῶν μὲν γὰρ—ἔλαβον om. E, pergit παρὰ γὰρ θεοῦ τὴν ἑκούσιον κίνησιν εἰληφὼς καὶ κατὰ τοῦτο ὁμοιωθεὶς αὐτῷ 3 εὐποιίαι conicio 4 ψεκτικὸν U 5 ἔλαβεν conicio ἡ om. UF 6 μάλιστα GD: om. ceteri 8 ὡς οἷόν τε ἦν om. Ε ἦν om. HPD ἐλευθερωθεὶς Ε ἄν] οὐ DM, om. UFED1LD2L τυγχάνει U, ὑφαίνει DM ὅτε conicio 9 οὐ περιέποι P, οὐκ εὐλαβεῖται D κατ’ ἀπελευθέρων UFE: κατὰ ἐλευθέρων ceteri 10 ὀρθότητι P ἀποτίσει UFE διενοήθη G: ἐνενοήθη ceteri 11 νῦν, ἀλλὰ καὶ ἐξέτι UF 12 πεποίηκε G τουτέστιν ἀπὸ ταὐτὸν UF alterum εἰργάσατο om. GUF 13 γὰρ αὐτὸν M: μὲν γὰρ αὐτὸν ΑΗ2, τὸ μὲν γὰρ αὐτὸν G, τὸν μὲν γὰρ UF, μὲν αὐτὸν Η1Ρ ἐλεύθερον καὶ ἄφετον GUF, post ἄφετον add. καὶ ἀπόλυτόν G προαιρετικοῖς HP χρησόμενον scripsi: χρησάμενον codd. 1.5 καλῶν] κακῶν U 16 τοῖς] τῆς Α καὶ καθαρῶς P ἐπιβαλὼν G 17 παρ’ ὃ AGU 18 τοιοῦτο UF, om. HPL1 ἐν τῶ HP ἐν δευτερονομίῳ om. UF ἔδωκα M 19 τὸ ante κακὸν om. GUF 19. 20 ἐκλεκτικὴν ζωήν U, ἐκλεκτὴν ζωήν F 5—9 DM. fol. 18r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ γιγάντων D1L fol. 23r Φίλωνος περὶ D2L fol. 57r τοῦ αὐτοῦ περὶ τῶν γιγάντων: ἡ ἀνθρώπου ψυχὴ δεξαμένη παρὰ θεοῦ— ὅτι τὸν ἐλευθερώσαντα οὐκ εὐλαβεῖται. καὶ ἐπιστήμονες τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων γεγόνασιν ἄνθρωποι καὶ ὀφείλουσι πρὸ τῶν χειρόνων αἱρεῖσθαι τὰ κρείττω λογισμὸν ἔχοντες ἐν ἑαυτοῖς ὥσπερ τινὰ δικαστὴν ἀδωροδόκητον, οἷς ἂν ὁ ὀρθὸς ὑποβάλλῃ λόγος πεισθησόμενον, οἷς δ’ ἂν ὁ ἐναντίος ἀπειθήσοντα.