<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="36"><p>ἕξεως ὁ συνεχὴς οὗτος δίαυλος ἄφθαρτος, ὃν οἱ
δρομεῖς ἀπομιμούμενοι ταῖς τριετηρίσιν ἐν τοῖς ἀνθρώπων ἁπάντων
κοινοῖς θεάτροις ὡς μέγα δὴ καὶ λαμπρὸν καὶ περιμάχητον ἔργον ἐπιδείκνυνται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="37"><p><milestone unit="altref" n="8"/> τὴν δὲ φύσιν ἀπένειμε τοῖς φυτοῖς κερασάμενος αὐτὴν <lb n="10"/>
ἐκ πλείστων δυνάμεων, θρεπτικῆς τε καὶ μεταβλητικῆς καὶ αὐξητικῆς.
καὶ γὰρ τρέφεται τροφῆς ὄντα χρεῖα, τεκμήριον δέ· τὰ μὴ ἀρδόμενα
φθίνει καὶ ἀφαυαίνεται, ὥσπερ αὖ τὰ ποτιζόμενα ἐμφανῶς αὔξεται· τὰ
γὰρ τέως διὰ βραχύτητα χαμαίζηλα ἐξαίφνης ἀναδραμόντα ἔρνη γίνεται
 περιμηκέστατα. τί χρὴ λέγειν περὶ μεταβολῆς αὐτῶν;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="38"><p>ταῖς μὲν γὰρ <lb n="15"/>
χειμεριναῖς τροπαῖς τὰ πέταλα μαρανθέντα εἰς τοὔδαφος χεῖται, οἵ τε
ἐν ταῖς κληματίσι λεγόμενοι πρὸς τῶν γεωπόνων ὀφθαλμοὶ καθάπερ ἐν
τοῖς ζῴοις καταμύουσι, τά τε πρὸς τὰς ἐκφύσεις στόμια πάντα ἔσφιγκται
τῆς φύσεως εἴσω τότε συνειλημμένης καὶ ἡσυχαζούσης, ἵνα διαπνεύσασα
οἷά τις ἀθλητὴς προηγωνισμένος καὶ συλλεξαμένη τὴν ἰδίαν ἰσχὺν πρὸς <lb n="20"/>
 τοὺς ἐθάδας ἄθλους ἐξ ὑπαρχῆς ἀπαντᾷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="39"><p>γίνεται δὲ τοῦτο ταῖς ἐαριναῖς
καὶ κατὰ θέρος ὥραις· ὥσπερ γὰρ ἐκ βαθέος ὕπνου περιαναστᾶσα τούς
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐνεδύσατο ΑΗ, ἐνεδύσαντο E
<lb/>2 ἕξιν UE φύσιν UE ψυχὴν Ε δὲ καὶ λογικὴ UF λογικὴν ψυχὴν E λίθον ΜΗ1Ρ
<lb/>3 ξύλον 2 τῆ συμφυία Α, τῆς συμφωνίας b
<lb/>4 εἰργάσατο HPE ἡ] εἰ Α
<lb/>7 ante ἕξεως add. φυτῶν δυνάμεις τρεῖς, θρεπτική, αὐξητική, μεταβλητική MAGHP δίαυλος] διάβολος U 7—10 ἄφθαρτος—δείκνυνται om. E
<lb/>8 μιμούμενοι 8.
<lb/>9 τοῖς ἀπανταχοῦ τῆς οἰκουμένης θεάτροις conicio
<lb/>8 ἀνθρώποις οἱ πάντων UF κοινοῖς ἀπάντων G
<lb/>10 κερασάμενοι Α
<lb/>11 θρεπτικῆς τε καὶ γεννητικῆς Ε, καὶ αὐξητικῆς om. UF
<lb/>12 χρείας Α post δὲ add. ὅτι Η2
<lb/>13 καὶ] καὶ μὴν Α ἀφαυαίνεται—ποτιζόμενα om. Α ὥσπερ—ποτιζόμενα om. UF, qui καὶ μὴν addunt καὶ μὴν καὶ F2) αὐτὰ GHP ποτιζόμενα] spat.
<lb/>8 litt. 
<lb/>14 τέως om. U βραδυτῆτα G ἔρνη om. Α
<lb/>15 τί om. G τί—αὐτῶν om. UF
<lb/>16 χεῖται M: κεῖται AGFHP, κεῖνται U
<lb/>17 γεηπόνων ὀφθαλμῶν Α
<lb/>18 φύσεις G ἐσφράγισται L2
<lb/>19 συνειλεγμένης G 
<lb/>22 βάθους G</note> <note xml:lang="mul" type="footnote">1—11 exstant in E cap. 4, Mang. II 606,10—23: ἀλλ’ ἐπαναλαβόντες τὸν λόγον χάριν εἴπωμεν ὅτι τῶν σωμάτων τὰ μὲν—θρεπτικῆς τε καὶ γεννητικῆς. pergit E p. 65,9</note>  

<pb n="v.2.p.65"/>
τε ὀφθαλμοὺς διοίγνυσι τά τε μεμυκότα τῶν στομίων ἀναστείλασα εὐρύνει,
ὧν δ’ ἐστὶν ἐγκύμων πάντα ἀποτίκτει, πέταλα καὶ κληματίδας, ἕλικας,
οἴναρα, καρπὸν ἐπὶ πᾶσιν· εἶθ’ ὅταν τελεσθῇ, παρέχεται τὰς τροφὰς οἷα
μήτηρ τῷ γενομένῳ διά τινων ἀφανῶν πόρων, οἳ τοῖς ἐν γυναιξὶ μαστοῖς
<lb n="5"/> ἀναλογοῦσι, καὶ οὐ πρότερον παύεται τρέφουσα ἢ τὸν καρπὸν τελεσφορηθῆναι·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="40"><p>τελεσφορεῖται δὲ ὁ πεπανθεὶς ἄκρως, ἡνίκα, κἂν μηδεὶς δρέπηται, τῆς συμφυΐας αὐτὸς ἐπείγεται διαζεύγνυσθαι ἅτε μηκέτι
τροφῶν τῶν ἀπὸ τῆς τεκούσης δεόμενος, ἱκανὸς δ’ ὤν, εἰ χώρας
ἀγαθῆς ἐπιλάχοι, σπείρειν καὶ γεννᾶν ὅμοια τοῖς φυτεύσασι. </p></div></div></body></text></TEI>