<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="31"><p>δημιουργὸς δὲ καὶ χρόνου θεός· καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ πατὴρ — πατὴρ δὲ χρόνου κόσμος — τὴν κίνησιν αὐτοῦ
<lb n="5"/> γένεσιν ἀποφήνας ἐκείνου· ὥστε υἱωνοῦ τάξιν ἔχειν πρὸς θεὸν τὸν χρόνον.
ὁ μὲν γὰρ κόσμος οὗτος νεώτερος υἱὸς θεοῦ, ἅτε αἰσθητὸς ὤν· τὸν γὰρ
πρεσβύτερον [οὐδένα εἶπε] — νοητὸς δ’ ἐκεῖνος — πρεσβείων ἀξιώσας παρ’
ἑαυτῷ καταμένειν διενοήθη.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="32"><p>οὗτος οὖν ὁ νεώτερος υἱὸς ὁ αἰσθητὸς κινηθεὶς τὴν χρόνου φύσιν ἀναλάμψαι καὶ ἀνασχεῖν ἐποίησεν· ὥστε
<lb n="10"/> οὐδὲν παρὰ θεῷ μέλλον τῷ καὶ τὰ τῶν χρόνων ὑπηγμένῳ πέρατα. καὶ
γὰρ οὐ χρόνος, ἀλλὰ τὸ ἀρχέτυπον τοῦ χρόνου καὶ παράδειγμα αἰὼν ὁ
βίος ἐστὶν αὐτοῦ· ἐν αἰῶνι δὲ οὔτε παρελήλυθεν οὐδὲν οὔτε μέλλει,
ἀλλὰ μόνον ὑφέστηκεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="33"><p><milestone unit="altref" n="7"/> Ἱκανῶς οὖν διειλεγμένοι περὶ τοῦ μὴ χρῆσθαι μετανοίᾳ τὸ <lb n="15"/> ὂν ἀκολούθως ἀποδώσομεν, τί ἐστι τὸ „ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησε
τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς καὶ διενοήθη“ (Gen. 6,6).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="34"><p>ἔννοιαν καὶ διανόησιν, τὴν μὲν ἐναποκειμένην οὖσαν νόησιν, τὴν δὲ νοήσεως διέξοδον,
βεβαιοτάτας δυνάμεις ὁ ποιητὴς τῶν ὅλων κληρωσάμενος καὶ χρώμενος
ἀεὶ ταύταις τὰ ἔργα ἑαυτοῦ καταθεᾶται. τὰ μὲν δὴ μὴ λείποντα τὴν
<lb n="20"/> τάξιν τῆς πειθαρχίας ἕνεκα ἐπαινεῖ, τὰ δὲ μεθιστάμενα τῇ κατὰ
<note xml:lang="mul" type="footnote"><lb/>2 βραχὺ Η
<lb/>3 ὁ θεός GUFE
<lb/>4 κόσμος χρόνου UFE τὴν αὐτοῦ κίνησιν E ἑαυτοῦ G, αὑτοῦ Η2, αὐτὴν P
<lb/>5 ὥστε υἱωνοῦ—ἐποίησεν om. Ε 
<lb/>6 γὰρ post τὸν] δὲ L
<lb/>7 τούτου ante οὐδένα add. HP οὐδένα εἶπε seclusi οὐδένα] ἰδέαν coni. Mang. δ’ ante ἀξιώσας add. H2 ἀξιωθεὶς U
<lb/>8 καταμένει F alterum ὁ om. G
<lb/>9 κίνησιν τοῦ χρόνου F ἀνίσχειν UF ὥστ’ P
<lb/>10 τῷ θεῶ G μᾶλλον G1 τῷ καὶ] τῶν κατὰ G, τῷ κατὰ FL2 τῶ χρόνω H1P, τὸν χρόνον F ὑπηγμένω UFH2: ὑπηγμένα MAH1P, om. G περάτων G2
<lb/>11 οὐ] ὁ P αἰών Turn.: δι’ ὦν codd. 11.
<lb/>12 δι’ ὧν—αὐτῶν om. E
<lb/>12 αὐτῶν ἐστιν U αὐτοῦ Mang.: αὐτῶν codd. 
<lb/>14 διαλεχθέντες UF 14.
<lb/>15 μετανοία τῶν ἀκολούθων μεταδώσομεν UF
<lb/>15 ἔστιν ὅτι ἐνεθυμήθη UF
<lb/>16 ἐπὶ τῆς γῆς G2UFD: ἀπὸ τῆς γῆς G1, om. MAHP 
<lb/>17 ἀποκειμένην UF
<lb/>18 βεβαιοτάτας UF: βεβαιότητα τὰς MGPH1D, βεβαιοτάτην τἀς AH2 ὁ] γὰρ ὁ D καὶ χρώμενος om. D
<lb/>19 αὐτοῦ UFD τὰ] καὶ τὰ D μὴ om. U λείποντα MAGPD: λιπόντα UFH 
<lb/>19 τὴν om. D
<lb/>20 θεαρχίας D ἕνεκα om. D 20.
<lb/>21 λειποτακτῶν codd.</note> <note xml:lang="lat" type="footnote"><lb/>11 cf. Platonis Timaeum p.
<lb/>37 D</note> <note xml:lang="mul" type="footnote">15—64,1 DC (cf. ad p. 61,21): τί οὑν ἐστι τὸ ἐνεθυμήθη—μετέρχεται δίκῃ.</note>  

<pb n="v.2.p.64"/>
 λιποτακτῶν ὡρισμένῃ μετέρχεται δίκῃ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="35"><p>τῶν γὰρ σωμάτων τὰ μὲν ἐνεδήσατο
ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ψυχῇ, τὰ δὲ λογικῇ ψυχῇ. λίθων μὲν οὖν καὶ
ξύλων, ἃ δὴ τῆς συμφυΐας ἀπέσπασται, δεσμὸν κραταιότατον ἕξιν
<milestone unit="altpage1" n="p. 278 Μ."/>  εἰργάζετο· ἡ δέ ἐστι πνεῦμα ἀναστρέφον ἐφ’ ἑαυτό· ἄρχεται μὲν γὰρ
ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα τείνεσθαι, ψαῦσαν δὲ ἄκρας ἐπιφανείας <lb n="5"/>
ἀνακάμπτει πάλιν, ἄχρις ἂν ἐπὶ τὸν αὐτὸν ἀφίκηται τόπον, ἀφ’ οὗ τὸ
 πρῶτον ὡρμήθη·</p></div></div></body></text></TEI>