δημιουργὸς δὲ καὶ χρόνου θεός· καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ πατὴρ — πατὴρ δὲ χρόνου κόσμος — τὴν κίνησιν αὐτοῦ γένεσιν ἀποφήνας ἐκείνου· ὥστε υἱωνοῦ τάξιν ἔχειν πρὸς θεὸν τὸν χρόνον. ὁ μὲν γὰρ κόσμος οὗτος νεώτερος υἱὸς θεοῦ, ἅτε αἰσθητὸς ὤν· τὸν γὰρ πρεσβύτερον [οὐδένα εἶπε] — νοητὸς δ’ ἐκεῖνος — πρεσβείων ἀξιώσας παρ’ ἑαυτῷ καταμένειν διενοήθη. οὗτος οὖν ὁ νεώτερος υἱὸς ὁ αἰσθητὸς κινηθεὶς τὴν χρόνου φύσιν ἀναλάμψαι καὶ ἀνασχεῖν ἐποίησεν· ὥστε οὐδὲν παρὰ θεῷ μέλλον τῷ καὶ τὰ τῶν χρόνων ὑπηγμένῳ πέρατα. καὶ γὰρ οὐ χρόνος, ἀλλὰ τὸ ἀρχέτυπον τοῦ χρόνου καὶ παράδειγμα αἰὼν ὁ βίος ἐστὶν αὐτοῦ· ἐν αἰῶνι δὲ οὔτε παρελήλυθεν οὐδὲν οὔτε μέλλει, ἀλλὰ μόνον ὑφέστηκεν. Ἱκανῶς οὖν διειλεγμένοι περὶ τοῦ μὴ χρῆσθαι μετανοίᾳ τὸ ὂν ἀκολούθως ἀποδώσομεν, τί ἐστι τὸ „ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς καὶ διενοήθη“ (Gen. 6,6). ἔννοιαν καὶ διανόησιν, τὴν μὲν ἐναποκειμένην οὖσαν νόησιν, τὴν δὲ νοήσεως διέξοδον, βεβαιοτάτας δυνάμεις ὁ ποιητὴς τῶν ὅλων κληρωσάμενος καὶ χρώμενος ἀεὶ ταύταις τὰ ἔργα ἑαυτοῦ καταθεᾶται. τὰ μὲν δὴ μὴ λείποντα τὴν τάξιν τῆς πειθαρχίας ἕνεκα ἐπαινεῖ, τὰ δὲ μεθιστάμενα τῇ κατὰ 2 βραχὺ Η 3 ὁ θεός GUFE 4 κόσμος χρόνου UFE τὴν αὐτοῦ κίνησιν E ἑαυτοῦ G, αὑτοῦ Η2, αὐτὴν P 5 ὥστε υἱωνοῦ—ἐποίησεν om. Ε 6 γὰρ post τὸν] δὲ L 7 τούτου ante οὐδένα add. HP οὐδένα εἶπε seclusi οὐδένα] ἰδέαν coni. Mang. δ’ ante ἀξιώσας add. H2 ἀξιωθεὶς U 8 καταμένει F alterum ὁ om. G 9 κίνησιν τοῦ χρόνου F ἀνίσχειν UF ὥστ’ P 10 τῷ θεῶ G μᾶλλον G1 τῷ καὶ] τῶν κατὰ G, τῷ κατὰ FL2 τῶ χρόνω H1P, τὸν χρόνον F ὑπηγμένω UFH2: ὑπηγμένα MAH1P, om. G περάτων G2 11 οὐ] ὁ P αἰών Turn.: δι’ ὦν codd. 11. 12 δι’ ὧν—αὐτῶν om. E 12 αὐτῶν ἐστιν U αὐτοῦ Mang.: αὐτῶν codd. 14 διαλεχθέντες UF 14. 15 μετανοία τῶν ἀκολούθων μεταδώσομεν UF 15 ἔστιν ὅτι ἐνεθυμήθη UF 16 ἐπὶ τῆς γῆς G2UFD: ἀπὸ τῆς γῆς G1, om. MAHP 17 ἀποκειμένην UF 18 βεβαιοτάτας UF: βεβαιότητα τὰς MGPH1D, βεβαιοτάτην τἀς AH2 ὁ] γὰρ ὁ D καὶ χρώμενος om. D 19 αὐτοῦ UFD τὰ] καὶ τὰ D μὴ om. U λείποντα MAGPD: λιπόντα UFH 19 τὴν om. D 20 θεαρχίας D ἕνεκα om. D 20. 21 λειποτακτῶν codd. 11 cf. Platonis Timaeum p. 37 D 15—64,1 DC (cf. ad p. 61,21): τί οὑν ἐστι τὸ ἐνεθυμήθη—μετέρχεται δίκῃ. λιποτακτῶν ὡρισμένῃ μετέρχεται δίκῃ. τῶν γὰρ σωμάτων τὰ μὲν ἐνεδήσατο ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ψυχῇ, τὰ δὲ λογικῇ ψυχῇ. λίθων μὲν οὖν καὶ ξύλων, ἃ δὴ τῆς συμφυΐας ἀπέσπασται, δεσμὸν κραταιότατον ἕξιν εἰργάζετο· ἡ δέ ἐστι πνεῦμα ἀναστρέφον ἐφ’ ἑαυτό· ἄρχεται μὲν γὰρ ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα τείνεσθαι, ψαῦσαν δὲ ἄκρας ἐπιφανείας ἀνακάμπτει πάλιν, ἄχρις ἂν ἐπὶ τὸν αὐτὸν ἀφίκηται τόπον, ἀφ’ οὗ τὸ πρῶτον ὡρμήθη·