<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="26"><p>ὅπου γοῦν ἀνθρώπων ψυχὴ τὸν πολὺν κλύδωνα καὶ σάλον, ὃν καταρραγὲν σφοδρὸν πνεῦμα τὸ κακίας αἰφνίδιον ἤγειρεν, ἐπιστήμης
<lb n="20"/> καὶ σοφίας αὔραις ἀποτίθεται καὶ τὸ κυμαῖνον καὶ παρῳδηκὸς
ὑφεῖσα νηνέμῳ εὐδίᾳ χρωμένη γαληνιάζει, εἶτ’ ἐνδοιάζεις, ὅτι ὁ
<note xml:lang="mul" type="footnote"><lb/>1 γένοιτο GUFH2D: ἐγένετο MAPH1 τὸν] τὸ UH καίτοι] καί τι P2, καί H1P1 τί τῶν AP2
<lb/>2 μηδὲ UF: μηδὲν AGHP, μὴ M πάντας MUF: ὄντας ceteri 2.
<lb/>3 ἐπαμφοτερίζειν — ἐκ τῆς add. in mg. H2P2
<lb/>4 εὑρέσθαι PH1 
<lb/>5 ἁρμόζουσιν GH2
<lb/>6 τῆς ἠρεμίας P
<lb/>9 τοῦτο γὰρ τὸ θαυμάσιον G θαυμαστὸν UF
<lb/>10 μουσικῶς τὴν ψυχὴν UF
<lb/>11 μὲν τὰ τῶν Α <add>ἀγαθῶν καὶ</add> τῶν τῶν ἐναντίων coni. Mang.
<lb/>12 προσυπερβάλλοντα UH2: πρὸς ὑπερβάλλοντα ceteri
<lb/>13 φύσει καλῶν] φυσικῶν UF διείδουσι δ’ αὐτὴν UF κρούειν GUF
<lb/>14 ἐπιψαύειν mg. Η2 ὀργάνων UF γὰρ καὶ τελεώτατον AGUF
<lb/>15 χειροκμήτων UF: χειροτμήτων ceteri ὅπερ εἰ] οὐ U, εἰ F 
<lb/>16 ἐν κλάσει MHP: ἐγκαλέσει U, ἐν κάλλεσι F, ἐναλάσσει AG, ἐν κράσει coni. Mang. 
<lb/>18 γοῦν] τοίνυν G ἀνθρώπου Η2 πολυκλύδωνα U 19.
<lb/>20 ἐπιστήμης GH2 ἐπιστῆμαι P, ἐπιστήμαις ceteri
<lb/>20 σοφίαις AU
<lb/>21 ὑφιεῖσα Α, ὑφεὶς GU ἀνηνέμῳ G εἶτ’ om. GH2, εἴτε Α ὅτι M, mg. P-: ὅτι εἶ P2: εἰ ceteri ὁ om. F</note> <note xml:lang="mul" type="footnote">21—62,5 ibid.: ὁ γὰρ ἄφθαρτος—συμβαίνειν ἀνάγκη. ὁ δὲ θεὸς οὐκ ἁψίκορος (p. 62,8). ὡς ἐν αὐγῇ γὰρ αὐτῷ καθαρᾷ καθαρὰ DR) πάντα καὶ add. DR) ἀρίδηλα (p. 62,13. 14). DC pergit p. 63,15.</note>  

<pb n="v.2.p.62"/>
ἄφθαρτος καὶ μακάριος καὶ τῶν ἀρετῶν καὶ αὐτῆς τελειότητος καὶ εὐδαιμονίας
ἀνημμένος τὸ κράτος οὐ χρῆται γνώμης μεταβολῇ, μένει
 δὲ ἐφ’ ὧν ἐξ ἀρχῆς ἐβουλεύσατο οὐδὲν αὐτῶν μετατιθείς;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="27"><p>ἀνθρώποις
μὲν οὖν τὸ εὐμετάβολον ἢ διὰ τὴν ἐν αὐτοῖς ἢ διὰ τὴν ἐκτὸς
ἀβεβαιότητα συμβαίνειν ἀνάγκη· οἷον οὕτως φίλους ἑλόμενοι πολλάκις <lb n="5"/>
καὶ βραχύν τινα αὐτοῖς συνδιατρίψαντες χρόνον, οὐδὲν ἐγκαλεῖν ἔχοντες
ἀπεστράφημεν, ὡς εἰς ἐχθρῶν ἢ ἀγνουμένων γοῦν τάξιν ἐμβιβάσαι.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="28"><p>τοῦτο τὸ ἔργον κούφην εὐχέρειαν ἡμῶν αὐτῶν ἐλέγχει τὰς ἐξ ἀρχῆς
ὑποθέσεις ἀδυνατούντων κραταιῶς διαφυλάττειν· ὁ δὲ θεὸς οὐχ ἁψίκορος.
καὶ μὴν ἔστιν ὅτε διανοούμεθα μὲν ἐπιμένειν κριτηρίοις τοῖς αὐτοῖς, οἱ <lb n="10"/>
δὲ προσελθόντες οὐκ ἔμειναν ἐν ὁμοίῳ, ὥστ’ ἐξ ἀνάγκης καὶ αἱ ἡμέτεραι
 γνῶμαι συμμετέβαλον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="29"><p>προϊδέσθαι γὰρ ἢ μελλόντων πραγμάτων
συντυχίας ἢ γνώμας ἑτέρων ἄνθρωπον ὄντα ἀμήχανον, τῷ δὲ θεῷ ὡς
ἐν αὐγῇ καθαρᾷ πάντα ἀρίδηλα. καὶ γὰρ ἄχρι τῶν ψυχῆς μυχῶν
<milestone unit="altpage1" n="p. 227 Μ."/>  φθάσας, ἃ τοῖς ἄλλοις ἐστὶν ἀόρατα τηλαυγῶς πέφυκε καθορᾶν, καὶ
προμηθείᾳ καὶ προνοίᾳ χρώμενος, οἰκείαις ἀρεταῖς, οὐδὲν ἀπελευθεριάζειν <lb n="16"/>
καὶ ἔξω τῆς ἑαυτοῦ καταλήψεως βαίνειν ἐᾷ· ἐπειδήπερ οὐδ’ ἡ τῶν
μελλόντων ἀδηλότης αὐτῷ συμβατή· οὔτε γὰρ ἄδηλον οὔτε μέλλον οὐδὲν
 θεῷ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="30"><p>δῆλον μὲν οὖν, ὅτι καὶ τῶν γεννηθέντων τὸν φυτεύσαντα καὶ
τῶν δημιουργηθέντων τὸν τεχνίτην καὶ τὸν ἐπίτροπον τῶν ἐπιτροπευομένων <lb n="20"/>
ἐπιστήμονα [ἀναγκαῖον] εἶναι δεῖ. ὁ δὲ θεὸς πατὴρ καὶ τεχνίτης
<note xml:lang="mul" type="footnote"><lb/>1 τελειότητος καὶ om. GUFD
<lb/>2 ἀνημμένος] ἀνειμένος DC, ἀνειληφὼς DR μένων U
<lb/>3 ἐφ’ οἷς D μεταθεὶς D 4.
<lb/>5 εὐμετάβλητον διὰ τὴν ἐν τοῖς ἐκτὸς ἀβεβαιότητα D
<lb/>4 τὴν <add>τῶν</add> conicio
<lb/>6 καὶ] εἰ καὶ F
<lb/>6 διατρίψαντες D ἐγκαλεῖν UFD: ἐπικαλεῖν MAGPH1 (prius ἐπιβαλεῖν P), ἐπεγκαλεῖν <lb n="2"/> 
<lb/>7 ὡς] ὥστ’ Turn. γοῦν om. H
<lb/>9 οὐχ ἁψίκορος UF: οὐκ ἁψίκορος ceteri D 
<lb/>10 μὲν om. U ἐπιβαίνειν P1H1
<lb/>11 αἱ om. G 14.
<lb/>15 ὡς ἐναγῆ U 
<lb/>14 αὐγῇ πάντα καθαρά, πάντα ἀρίδηλα DR fol.
<lb/>51 τῶν] τῶν τῆς D
<lb/>15 ἄλλοις] ὀφθαλμοῖς DR
<lb/>16 οἰκείαις] πυκναῖς D οὐδὲν] αὐτοῦ DR, αὐτὰ DC 
<lb/>17 βαίνειν οὐκ ἐᾶ D οὐδὲ ἡ D, οὐ δὴ Α τῶν UFD: om. ceteri 
<lb/>18 συμβατεῖ PH1, συμβάτης Α, συμβατικὴ D 18.
<lb/>19 οὐδὲν θεῶ MDC: οὐδέν ἐστι θεῶ UF, ἐστὶ θεῶ (om. οὐδὲν) AH1P, ἐστὶ θεῶ οὐδέν CH2, θεῶ οὐδέν DR οὖν] οὖν δι’ G2 in ras.
<lb/>20 ἐπιστρατευομένων Α
<lb/>21 ἐπιστήμην F ἀναγκαῖον seclusi δεῖ secl. Cohn θεὸς UFE: om. ceteri</note> <note xml:lang="mul" type="footnote">3—7 DR fol, 125r τοῦ αὐτοῦ ἐκ τῶν ἐν γενέσει ζητουμένων: ἀνθρώποις διὰ τὴν ἐν τοῖς ἐκτὸς ἀβεβαιότητα συμβαίνειν ἀνάγκη· οὕτω γοῦν φίλους—ἀπεστράφημεν ὡσεὶ ἐχθροί. 13—18 DR fol. 51r DC fol. 34r: τῶ θεῶ ὡς ἐν 21—63,13 ὁ γὰρ δὴ θεὸς καὶ πατὴρ—ὑφέστηκεν exstant in Epitome Περὶ κόσμου (= Ε) cap. 7, Mang. II p. 608,40—609,9.</note>  

<pb n="v.2.p.63"/>
καὶ ἐπίτροπος τῶν ἐν οὐρανῷ τε καὶ κόσμῳ πρὸς ἀλήθειάν ἐστι. καὶ
μὴν τά γε μέλλοντα συσκιάζεται ὑπὸ τοῦ αὖθις χρόνου, τοτὲ μὲν βραχεῖ,
τοτὲ δὲ μακρῷ διαστήματι.</p></div></div></body></text></TEI>