ἴσως τινὲς τῶν ἀνεξετάστων ὑποτοπήσουσι τὸν νομοθέτην αἰνίττεσθαι, ὅτι ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων ὁ δημιουργὸς μετέγνω κατιδὼν τὴν ἀσέβειαν αὐτῶν, ἧς χάριν αἰτίας ἐβουλήθη σύμπαν διαφθεῖραι τὸ γένος. ἀλλ’ ἴστωσαν ὅτι ταῦτα δοξάζοντες ἐπελαφρίζουσι καὶ ἐπικουφίζουσι τὰ τῶν παλαιῶν ἐκείνων ἁμαρτήματα δι’ ὑπερβολὴν τῆς περὶ αὐτοὺς ἀθεότητος. τί γὰρ ἂν ἀσέβημα 1 αὑτὸ τὸ] ἀπὸ τοῦ Α 1. 2 εὐκλεεῖς FL2 2 ἀθρόον Α 2. 3 τι ἡδονὴν A, τινι ἡδονὴ UF 3 μέλλει Α κατολιγωρήσειν GH2: κατολιγώρησιν F, κατ’ ὀλιγώρησιν U, κατολιγωρήσουσι PH1, κατολιγωρήσωσι MA 4 ἐκφαύλου AUF Αὐνάν MG: Αὔναν AP, Ἄνναν Η, ὦ ἄν UF ἐκποδὼν ἀνελεῖ scripsi: ἐκποδὼν ἀνέλη UF, ἐκποδών. ἀμέλει MAGH1P, ἐκποδὼν ποιεῖ. ἀμέλει H2, ἐκποδὼν ποιεῖ L 5 αὑτοῖς MH2: αὐτοῖς AH1P, ἑαυτοῖς GUF 6 αὑτοῖς MH2: αὐτοῖς ceteri 7 πατρίδι om. Η 8 προελθόντι περαιτέρω UF, προελθόντα conicio 10 ὧν ἐν ἑκάστω F 11 ἑαυτὸν UFH2: σεαυτὸν ceteri 12 μὲν] δὲ Α 13 ἐπλήσθηναν DR 14 διενοεῖτο GUF καρδίᾳ αὑτοῦ D τὰ] ἐπὶ τὰ FD 15 γὰρ ante ὁ add. UF ὁ θεὸς om. UFD 16 ἔπλασα UF ἀπὸ] πρὸ F 17 γῆς] χθονός UF τινὸς Α ἀνεξετάστων] ἐναγεστάτων FL2 19 κατέγνω HL1 αἰτίας fort. del. 20 ἠβουλήθη UFD διαφθεῖραι σύμπαν D 20. 21 δόξαντες G 21 ἐπελαφρύνουσι DR 22 αὐτὸν D 12—61,1 DC fol. 220v τοῦ αὐτοῦ ἐκ τῶν ἐν γενέσει ζητημάτων DR fol. 206r τοῦ αὐτοῦ: εἰδώς, φησίν, ὁ θεὸς—τὸν ἄτρεπτον τρέπεσθαι. pergunt p. 61,21 μεῖζον γένοιτο τοῦ ὑπολαμβάνειν τὸν ἄτρεπτον τρέπεσθαι; καίτοι τινῶν ἀξιούντων μηδὲ πάντας ἀνθρώπους ταῖς γνώμαις ἐπαμφοτερίζειν· τοὺς γὰρ ἀδόλως καὶ καθαρῶς φιλοσοφήσαντας μέγιστον ἐκ τῆς ἐπιστήμης ἀγαθὸν εὕρασθαι τὸ μὴ τοῖς πράγμασι συμμεταβάλλειν, ἀλλὰ μετὰ στερρότητος ἀκλινοῦς καὶ παγίου βεβαιότητος ἅπασι τοῖς ἁρμόττουσιν ἐγχειρεῖν. ἀρέσκει δὲ καὶ τῷ νομοθέτῃ τὸν τέλειον ἠρεμίας ἐφίεσθαι· τὸ γὰρ εἰρημένον τῷ σοφῷ ἐκ προσώπου τοῦ θεοῦ „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“ (Deut. 5, 31) τὸ ἀκλινὲς καὶ ἀρρεπὲς τῆς γνώμης καὶ ἱδρυμένον πάντῃ σαφέστατα παρίστησι. τῷ γὰρ ὄντι θαυμάσιον, ὥσπερ τινὰ λύραν τὴν ψυχὴν μουσικῶς ἁρμοσάμενον οὐκ ὀξέσι καὶ βαρέσι τοῖς φθόγγοις, ἀλλ’ ἐπιστήμῃ μὲν τῶν ἐναντίων, χρήσει δὲ τῶν ἀμεινόνων, μήτε ἐπιτεῖναι προσυπερβάλλοντα μήτε ἀνεῖναι μαλθάξαντα τὴν ἀρετῶν καὶ τῶν φύσει καλῶν ἁρμονίαν, δι’ ἴσου δ’ αὐτὴν φυλάξαντα κροτεῖν καὶ ἐπιψάλλειν ἐμμελῶς. ὄργανον γὰρ τελεώτατον ὑπὸ φύσεως δημιουργηθὲν ἀρχέτυπον τῶν χειροκμήτων τοῦτό γε· ὅπερ εἰ καλῶς ἁρμοσθείη, τὴν πασῶν ἀρίστην συμφωνίαν ἀπεργάσεται, ἥτις οὐκ ἐν κλάσει καὶ τόνοις ἐμμελοῦς φωνῆς, ἀλλ’ ἐν ὁμολογίᾳ τῶν κατὰ τὸν βίον πράξεων ἔχει τὸ τέλος.