<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="176"><p>χορεύει γὰρ ἐν κύκλῳ λόγος ὁ θεῖος, ὃν οἱ πολλοὶ τῶν ἀνθρώπων
ὀνομάζουσι τύχην· εἶτα ἀεὶ ῥέων κατὰ πόλεις καὶ ἔθνη καὶ χώρας τὰ
ἄλλων ἄλλοις καὶ πᾶσι τὰ πάντων ἐπινέμει, χρόνοις αὐτὸ μόνον
ἀλλάττων τὰ παρ’ ἑκάστοις, ἵνα ὡς μία πόλις ἡ οἰκουμένη πᾶσα τὴν <lb n="25"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="177"><p> ἀρίστην πολιτειῶν ἄγῃ δημοκρατίαν. <milestone unit="altref" n="37"/> οὐδὲν οὖν ἔστι τῶν
ἀνθρωπίνων σπουδασμάτων ἔργον καὶ πρᾶγμα οὐδέν, ἀλλὰ σκιά τις
<note xml:lang="mul" type="footnote"><lb/>1 ὑπομείνας ἂν L ὑπομείνασαν τότε δεῖν UF τὸν δεῖνα GH2: τῶ δεῖν MA, τὸ δεῖν PH1 λέγομεν GUFH2, λέγω μὲν L
<lb/>2 τῶν σου Mang.
<lb/>4 ἀξίως ὧν Α
<lb/>5 γὰρ om. UF περὶ ὃ UF: ὃ ceteri συνόλως om. P 
<lb/>7 ὥσπεράνειινων (sic) G ἐπὶ ὥρας Α, ἐπ’ ἐώρας UF ἀβεβαίους G 
<lb/>8 φορεῖσθαι UF
<lb/>9 θέλῃς G
<lb/>10 <add>ἴδε</add> τὰς conicio τε om. L τὸ χεῖρον UF: χεῖρον ceteii
<lb/>11 ἀφείλαντο FHP (s. s. oP)
<lb/>13 τὸ om. F 
<lb/>15 Πάρθοι F 17.
<lb/>18 τί δέ Αἰθίοπες—Λιβύην om. MAHPL1
<lb/>18 prius καὶ om. G
<lb/>18 Καλχηδὼν U δὲ MAHP
<lb/>19 δὲ G
<lb/>20 καὶ post οἰκουμένη add. PH1 οὐ κάτω καὶ ἄνω P τιναττομένη UF
<lb/>21 ποτὲ bis AU
<lb/>22 ὁ om. F
<lb/>23 εἶτα καὶ add. F) περὶ τῶν κατὰ UF ἀεὶ—χώρας om. G
<lb/>24 ἄλλων ἄλλα HP
<lb/>26 ἄγει Α
<lb/>27 σπουδασμάτων] πραγμάτων HL1 οὐδὲν om. UF</note>  

<pb n="v.2.p.93"/>
ἢ αὔρα πρὶν ὑποστῆναι παρατρέχουσα. ἔρχεται γὰρ καὶ πάλιν ἄπεισιν
ὥσπερ ἐν ταῖς παλιρροίαις· τὰ γὰρ ἀμπωτίζοντα πελάγη ποτὲ μὲν
μετὰ συρμοῦ καὶ πατάγου βίᾳ φέρεται καὶ ἀναχεόμενα λιμνάζει τὴν
τέως χέρσον, ποτὲ δὲ ἐξαναχωροῦντα πολλὴν τῆς θαλάττης μοῖραν
 ἠπειροῖ·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="178"><p>οὕτως οὖν ἔστιν ὅτε  <milestone unit="altpage2" n="p. 299 M."/> μέγα καὶ πολυάνθρωπον ἔθνος ἐπικλύσασα <lb n="6"/> εὐπραγία ἑτέρωσε τὴν φορὰν τοῦ ῥεύματος παρατρέψασα οὐδὲ βραχεῖαν
εἴασε λιβάδα, ἵνα μηδ’ ἴχνος ὑπολειφθῇ πιότητος ἀρχαίας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="179"><p>τούτων δ’ οὐχ ἅπαντες ἀρτίους καὶ πλήρεις λαμβάνουσι λογισμούς, ἀλλ’ οἷς ἔθος
συνομαρτεῖν ὀρθῷ καὶ πεπηγότι ὅρῳ καὶ λόγῳ. οἱ γὰρ αὐτοὶ ἄμφω
<lb n="10"/> ταῦτα λέγουσι, καὶ τὸ γενέσεως πρᾶγμα ὅλον οὐδέν ἐστι, καὶ παρὰ τὸ
ὄρος πορευσόμεθα·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="180"><p>ἀδύνατον γὰρ τὸν μὴ ταῖς ὑψηλαῖς καὶ ὁρικαῖς χρώμενον ὁδοῖς ἀπογνῶναι μὲν τὰ θνητά, μετακλῖναι δὲ καὶ μεταναστῆναι
πρὸς τὰ ἄφθαρτα. ὁ μὲν οὖν γήινος Ἐδὼμ τὴν οὐράνιον καὶ βασιλικὴν
ἀρετῆς ὁδὸν ἐπιφράττειν ἀξιοῖ, ὁ δὲ θεῖος λόγος ἔμπαλιν τὴν ἐκείνου
<lb n="15"/> καὶ τῶν ὁμοζήλων· ὧν ἕνα καὶ τὸν Βαλαὰμ ἀναγραπτέον· γῆς γὰρ
θρέμμα καὶ οὗτος, οὐκ οὐρανοῦ βλάστημα.</p></div></div></body></text></TEI>