<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="166"><p>ἐπὶ τούτῳ μάλιστα δυσχεράνας ὁ γήινος Ἐδὼμ — δέδιε γὰρ περὶ τῆς τῶν
ἑαυτοῦ δογμάτων ἀνατροπῆς τε καὶ συγχύσεως — ἀπειλήσει πόλεμον
<lb n="5"/> ἀκήρυκτον, εἰ βιαζοίμεθα διέρχεσθαι τέμνοντες καὶ κείροντες ἀεὶ τὸν
τῆς ψυχῆς αὐτοῦ καρπόν, ὃν ἐπ’ ὀλέθρῳ φρονήσεως σπείρας οὐκ ἐθέρισε·
φησὶ γάρ· „οὐ διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μή γε, ἐν πολέμῳ ἐξελεύσομαί
σοι εἰς ἀπάντησιν.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="167"><p>ἀλλὰ μηδὲν αὐτοῦ τῶν ἐπανατάσεων φροντίσαντες ἀποκρινώμεθα, ὅτι „παρὰ τὸ ὄρος πορευσόμεθα“, τουτέστιν ὑψηλαῖς
<lb n="10"/> καὶ μετεώροις ἔθος ἔχοντες ἐνομιλεῖν δυνάμεσι καὶ ὁρικῶς ἕκαστα
σκοπεῖν, τὸν παντὸς οὑτινοσοῦν λόγον ἐρευνῶντες, δι’ οὗ τὸ τί ἦν
εἶναι γνωρίζεται, καταφρονητικῶς ἔχομεν πάντων ὅσα ἐκτός τε καὶ περὶ
σῶμα· ταπεινὰ γὰρ ταῦτά γε καὶ λίαν χαμαίζηλα, σοὶ μὲν φίλα, ἐχθρὰ
δὲ ἡμῖν αὐτοῖς, οὗ χάριν οὐδενὸς αὐτῶν προσαψόμεθα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="168"><p>εἰ γὰρ ἄκρῳ <lb n="15"/> δακτύλῳ τὸ τοῦ λόγου δὴ τοῦτο μόνον ψαύσομεν, γέρας καὶ τιμήν σοι
παρέξομεν· φρυαττόμενος γὰρ αὐχήσεις, ὡς καὶ ἡμῶν τῶν φιλαρέτων
δελέασιν ἡδονῆς ὑπαχθέντων. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="169"><p><milestone unit="altref" n="36"/> „ἐὰν γὰρ τοῦ ὕδατός σου“ φησί „πίω ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι“, οὐ τὸν
λεγόμενον ὦνον παρὰ ποιηταῖς, ἀργύριον ἢ χρυσίον ἢ ἄλλα ὅσα πρὸς
<lb n="20"/> τοὺς πιπράσκοντας ἔθος τοῖς ὠνουμένοις ἀντικαταλλάττεσθαι, ἀλλὰ τιμὴν
τὸ γέρας νυνὶ παραλαμβάνει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="170"><p>τῷ γὰρ ὄντι πᾶς ἀκόλαστος ἢ ἄδικος ἢ δειλός, ὅταν ἴδῃ τινὰ τῶν αὐστηροτέρων ἢ πόνον φεύγοντα ἢ
λήμματος ἡττώμενον ἢ πρός τι τῶν ἡδονῆς φίλτρων ἐκνενευκότα,
 χαίρει καὶ γέγηθε καὶ τετιμῆσθαι  <milestone unit="altpage2" n="p. 298 M."/> δοκεῖ, καὶ πρὸς τοὺς πολλοὺς
<lb n="25"/> ἐπινεανιευόμενος καὶ ἐπιχειρονομῶν ἄρχεται περὶ τῶν ἰδίων κακῶν
ὡς σφόδρα ἀναγκαίων καὶ χρησίμων φιλοσοφεῖν, οὐκ ἄν, εἰ μὴ τοιαῦτα
<note xml:lang="mul" type="footnote">1.
<lb/>2 ἀλλὰ καὶ ψυχῆς κίνησιν GUF
<lb/>2 τούτων G
<lb/>5 βιαζόμεθα UF διέρχεσθαι MGA: διεξέρχεσθαι UFHP ἀεὶ] ἅμα UF
<lb/>6 ὃν ἐφρονήσεως F 
<lb/>7 οὐ UF: οὐ δὲ MAGP, οὐ δὴ Η γε fort. del.
<lb/>8 μηδὲ P ἐπ’ ἀνατάσεων U: ἐπαναστάσεων ceteri
<lb/>9 ἀποκρινώμεθα MHP: ἀποκρινόμεθα Α (o corr. ex ω) G, ἀπεκρινάμεθα UF παρὰ] περὶ Η πορευσόμεθα MAGP: πορευσώμεθα H, παρελευσόμεθα U, παρελεύσομαι F ὑψηλοῖς GH
<lb/>11 οὑτινοσοῦν Η2: οὗτινος ceteri τί] τὴν F 11.
<lb/>12 τί εἶναι G
<lb/>12 εἶναι om. UF ἐγνωρίζετο UFL2
<lb/>13 γε H: τε ceteri σοὶ] σοῦ GUF
<lb/>14 προσαψώμεθα Α
<lb/>15 τὸ] τῶ Α τοῦ add. mg. P2
<lb/>17 δελεάσμασιν GH2 17.
<lb/>18 φησί, τοῦ ὕδατός σου G
<lb/>18 σοι τιμήν UF τὸν] τὸ F
<lb/>19 ὦνον om. UF ποιηταῖς MAUF: τοῖς ποιηταῖς HP, τισι ποιηταῖς G
<lb/>20 ἦν ἔθος G 
<lb/>21 νῦν HP
<lb/>23 φιλτέρων F
<lb/>25 ἐπινεανιευόμενος Mang.: ἔτι νεανιευόμενος codd. ἐπιχειρῶν U</note>  

<pb n="v.2.p.92"/>
 ἦν, φάσκων ὑπομεῖναι ἂν τὸν δεῖνα εὐδόκιμον ἄνδρα χρῆσθαι.</p></div></div></body></text></TEI>