<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="16"><p><milestone unit="altref" n="4"/> ἔνιοι δ’   <milestone unit="altpage2" n="p. 275 M."/> οὐχ ἧτταν μόνον ἀλλὰ καὶ θάνατον ὑπὸ φιλαυτίας ἀνεδέξαντο. ὁ γοῦν
Αὐνάν, „αἰσθόμενος ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα“ (Gen. 38, 9), οὐ
<lb n="20"/> πρότερον ἐπαύσατο τὸ λογικόν, ὅπερ ἄριστον τῶν ὄντων γένος ἐστί,
διαφθείρων ἢ καὶ αὐτὸς ἀνεδέξατο φθορὰν παντελῆ, σφόδρα ὀρθῶς καὶ
προσηκόντως·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="17"><p>εἰ γὰρ ἅπαντα πράξουσί τινες αὑτῶν ἕνεκα, μὴ γονέων τιμῆς, μὴ παίδων εὐκοσμίας, μὴ σωτηρίας πατρίδος, μὴ νόμων φυλακῆς,
μὴ ἐθῶν βεβαιότητος, μὴ ἰδίων μὴ κοινῶν ἐπανορθώσεως, μὴ ἱερῶν
<lb n="25"/> ἁγιστείας, μὴ τῆς πρὸς θεὸν εὐσεβείας ἐπιστρεφόμενοι,
<note xml:lang="mul" type="footnote"><lb/>1 δ’ ἡ] δὴ AG 1.
<lb/>2 ἀναπαυσομένης F
<lb/>2 ψυχῆς om. G 2.
<lb/>3 μεταποιουμένης Α
<lb/>7 ἄθλους om. AG, ἄθλου M ἑβδομάδι MH1P: ἑβδομάδα AGUFH2 τὴν] τὸν Η μονάδα MAGPH1: μονάδι UFH
<lb/>2 ἦν] ὧν H εὔτοκος MAGUF: εὔτεκνος HP γὰρ om. HP
<lb/>9 σφόδρα om. UF πολλὴ A ὠδίνει UF 
<lb/>10 γίγνεται UF κἀπὶ τὰ πλήθη Α
<lb/>11 εἰλητόμηνα H1P καὶ] ἢ F δ’ post πλεῖστα add. UF
<lb/>12 ἐξασθενεῖν Α τὰς UF: τὰ ceteri προσχήματα MAGP πρὸς χρώματα καὶ σχήματα UF
<lb/>13 τἀς] τὰ H προσφωνὰς AGF
<lb/>14 καὶ τῶν om. UF αὐτὴν UFHP: αὐτῆς MAG
<lb/>15 ἐκγόνων conicio παρείεται G, παρεῖται Η2
<lb/>17 ἑαυτῶ G
<lb/>18 ἧτταν UFH2: ἧττον ceteri ὑπὸ G: ὑπὲρ ceteri
<lb/>19 Αὐνὰν MG: Αὔναν Α, Ἄνναν PH1, κατ’ Ἄνναν Η 2, ἀν’ ὢν text. U (corr. in mg.), ὧν ἄν F ἀναισθόμενος U, corr. in mg. οὐχ αὐτῶ H2 τὸ om. UF
<lb/>20 ὄντων] φύντων G ἐστὶ γένος UF 
<lb/>21 ἄν ἐδέξατο H
<lb/>2 22 πράξουσι FP: πράξωσι ceteri αὑτῶν H 2: αὐτῶν ceteri
<lb/>24 ἐθνῶν GUFH μὴ ante κοινῶν om. Α
<lb/>25 ἁγιστείας UF, ἁγιστίας HP, ἀγιστίας Α</note>  

<pb n="v.2.p.60"/>
 κακοδαιμονήσουσιν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="18"><p>ἑνὸς γὰρ ὧν εἶπον χάριν ἀντικαταλλάξασθαι καὶ αὐτὸ τὸ ζῆν εὐκλεές,
οἱ δ’ ἄρα καὶ ἀθρόων τῶν οὕτω περιμαχήτων φασίν, εἰ μή τινα
ἡδονὴν μέλλοι περιποιεῖν, κατολιγωρήσειν. τοιγάρτοι πονηρὰν εἰσήγησιν
ὁ ἀδέκαστος θεὸς ἐκφύλου δόγματος, ἐπίκλησιν Αὐνάν, ἐκποδὼν ἀνελεῖ.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="19"><p>παραιτητέοι δὴ πάντες οἱ γεννῶντες αὑτοῖς, τὸ δ’ ἐστὶν ὅσοι τὸ ἴδιον <lb n="5"/>
λυσιτελὲς μόνον θηρώμενοι τῶν ἄλλων ὑπερορῶσιν, ὥσπερ αὑτοῖς μόνοις
φύντες, οὐχὶ δὲ μυρίοις ἄλλοις, πατρί, μητρί, γυναικί, τέκνοις, πατρίδι,
ἀνθρώπων γένει, εἰ δὲ δεῖ προελθόντας τι περαιτέρω φάναι, οὐρανῷ, γῇ,
τῷ παντὶ κόσμῳ, ἐπιστήμαις, ἀρεταῖς, τῷ πατρὶ καὶ ἡγεμόνι τῶν συμπάντων·
ὧν ἑκάστῳ κατὰ δύναμιν ἀπονεμητέον τὸ ἁρμόττον μὴ τὰ <lb n="10"/>
πάντα προσθήκην ἑαυτοῦ, ἑαυτὸν δὲ τῶν πάντων νομίζοντα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="20"><p><milestone unit="altref" n="5"/> Τούτων μὲν δὴ ἅλις, τὰ δ’ ἀκόλουθα τῷ λόγῳ συνυφήνωμεν. „ἰδὼν“
οὖν φησι "κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ
τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς τὰ πονηρὰ πάσας
τὰς ἡμέρας, ἐνεθυμήθη ὁ θεός, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ <lb n="15"/>
διενοήθη. καὶ εἶπεν ὁ θεός· ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ
 προσώπου τῆς γῆς“ (Gen. 6,5—7).</p></div></div></body></text></TEI>