ἔτι δὲ ποτὸν τεθησαυρισμένον ἐξ ἐπιτεχνήσεως ἀνθρώπων ἐξανιμῶντες ὑπόδρομον καὶ καταφυγὴν δυσελπιστίας ἔργον προσιέμεθα, οἷς τὸν ὀλύμπιον θησαυρὸν εἰς χρῆσιν καὶ ἀπόλαυσιν ὁ σωτὴρ τοῦ παντὸς ἤνοιξεν; εὔχεται γὰρ Μωυσῆς ὁ ἱεροφάντης, ἵνα „ἀνοίξῃ κύριος ἡμῖν τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι ὑετόν“ (Deut. 28,12)· ἐπήκοοι δὲ αἱ τοῦ θεοφιλοῦς εὐχαί. τί δ’; ὁ μηδ’ οὐρανὸν ἢ ὑετὸν ἢ λάκκον ἢ συνόλως τι τῶν ἐν γενέσει νομίσας ἱκανὸν εἶναι τρέφειν ἑαυτόν, ὑπερβὰς δὲ ταῦτα πάντα καὶ ὃ ἔπαθεν εἰπὼν „ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος“ (Gen. 48,15) ἆρα οὐ δοκεῖ σοι πάντα ὅσα κατὰ γῆς ὕδατος συστήματα μηδ’ ἂν ἀξιῶσαι προσιδεῖν; οὐκ ἂν οὖν ἐκ λάκκου πίοι, ᾧ δίδωσιν ὁ θεὸς τὰς ἀκράτους 1 πυρὸς] πρὸς MAP ἴσχυσε MAP 2 συνεχεῖς καὶ ἐπαλλήλους UF 3 παρελεύσεσθε MAG2 ἀγρῶν UF: δένδρων καὶ ἀγρῶν MG, δένδρων AHP 5 ὠγύγιος om. MAP2, γύγιος U. διωλύγιος coni. Mang. εὐθεῖα U post παρέρχεσθαι add. καὶ Α; καὶ ἀπλήστων ἐμφορεῖσθαι add., sed rursus del. G 6 καὶ τὴν δρέπεσθαι A, καὶ τρέφεσθαι UF ἀπλήστων AG κάλλιστον UF: κάλλιστος ceteri 8 ὁ om. UF ἐπιφαίνει UF ἐπομβρεῖ om. Α τῶν ἀγαθῶν UF ἔτι ἐκ conicio 9 πίνομεν MGUPH1: ἐπίνομεν FL2, πίνωμεν Α, πίωμεν H2L1 καὶ seclusi λιβάδος AP ἀναζητοῦμεν MG, mg. Α, Η1: ἄν ἐζητοῦμεν text. AP ἐ in ras. P), ἀνζητοῦμεν UFL2, ἀναζητῶμεν H1L1 ὕοντος] οὕτως Α 13 προιέμεθα G οἷς] ἧς Α 14 ἤνοιξε κύριος G Μωυσῆς UF: Μώσης ceteri 15 αὐτὸν U τὸν ἀγαθὸν F: ἀγαθὸν U, om. ceteri οὐρανὸν MAP: οὐράνιον ceteri 16 δοῦναι] καὶ δώσῃ G post δοῦναι add. ἡμῖν τὸν GH2 post ὑετὸν add. αὐτοῦ GH2 ὑπήκοοι AD 17 μὴ AUF ἡ post οὐρανὸν om. Α οὐράνιον ὑετὸν coni. Mang. λάκκον Mang.: λόγον codd. 19 εἶπον U 20 πάνθ’ GH ὅσα—ἀξιῶσαι mg. P, κατὰ—ἀξιῶσαι mg. H ἀξιώσῃ AP 21 οὐκ codd.: οὐδὲ v πίη Α, πίει F ᾧ] ὃ AL ἀκροτάτους U, ἀκράτου v 16 D R fol. 144v Φίλωνος: σοφοῦ ἀνδρὸς καὶ θεοφιλοῦς εὐχαὶ ὑπήκοοι. μεθύσματος πόσεις, τοτὲ μὲν διά τινος ὑπηρετοῦντος τῶν ἀγγέλων, ὃν οἰνοχοεῖν ἠξίωσε, τοτὲ δὲ καὶ δι’ ἑαυτοῦ, μηδένα τοῦ διδόντος καὶ τοῦ λαμβάνοντος μεταξὺ τιθείς. ἀνυπερθέτως οὖν τῇ βασιλικῇ πειρώμεθα βαδίζειν ὁδῷ, οἱ τὰ γήινα παρέρχεσθαι δικαιοῦντες· βασιλικὴ δ’ ἐστὶν ὁδός, ἧς δεσπότης ἰδιώτης μὲν οὐδὲ εἷς, μόνος δὲ ὁ καὶ μόνος βασιλεὺς ἀληθείᾳ. αὕτη δ’ ἐστί, καθὰ καὶ μικρῷ πρότερον εἶπον, σοφία, δι’ ἧς μόνης ἱκέτισι ψυχαῖς ἡ ἐπὶ τὸν ἀγένητον καταφυγὴ γίνεται· εἰκὸς γὰρ τὸν δι’ ὁδοῦ τῆς βασιλικῆς ἀκωλύτως ἰόντα μὴ πρότερον καμεῖν ἢ ἐντυχεῖν τῷ βασιλεῖ.