<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="141"><p>δόξει μέν τισιν ἡ λέξις ἡμαρτῆσθαι καὶ τὸ ἀκόλουθον
τοῦ λόγου καὶ τὸ ἄπταιστον οὕτως ἔχειν· ὅτι κατέφθειρε πᾶσα σὰρξ
τὴν <milestone unit="altpage1" n="p. 294 M."/>  ὁδὸν αὑτῆς· ἀνοίκειον γάρ ἐστι θηλυκῷ ὀνόματι, τῇ σαρκί,
 ἀρρενικὴν ἐπιφέρεσθαι πτῶσιν, τὴν αὐτοῦ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="142"><p>μήποτε δὲ οὐ περὶ μόνης <lb n="16"/>
σαρκός ἐστιν ὁ λόγος τὴν αὑτῆς φθειρούσης ὁδόν, ἵνα εἰκότως
ἡμαρτῆσθαι τὰ περὶ τὴν λέξιν δοκῇ, ἀλλὰ περὶ δυεῖν, σαρκός τε τῆς
φθειρομένης καὶ ἑτέρου, οὗ τὴν ὁδὸν λυμαίνεσθαί τε καὶ φθείρειν
ἐπιχειρεῖ. ὥσθ’ οὕτως ἀποδοτέον· κατέφθειρε πᾶσα σὰρξ τὴν τοῦ <lb n="20"/>
 αἰωνίου καὶ ἀφθάρτου τελείαν ὁδὸν τὴν πρὸς θεὸν ἄγουσαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="143"><p>ταύτην
ἴσθι σοφίαν· διὰ γὰρ ταύτης ὁ νοῦς ποδηγετούμενος εὐθείας καὶ
λεωφόρου ὑπαρχούσης ἄχρι τῶν τερμάτων ἀφικνεῖται· τὸ δὲ τέρμα τῆς
ὁδοῦ γνῶσίς ἐστι καὶ ἐπιστήμη θεοῦ. ταύτην τὴν ἀτραπὸν μισεῖ καὶ
προβέβληται καὶ φθείρειν ἐπιχειρεῖ πᾶς ὁ σαρκῶν ἑταῖρος· οὐδενὶ γὰρ <lb n="25"/>
 οὕτως οὐδὲν ἀντίπαλον ὡς ἐπιστήμη σαρκὸς ἡδονῇ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="144"><p>βουλομένοις γοῦν
<note xml:lang="mul" type="footnote"><lb/>1 κατισχημένος AUF
<lb/>2 θεοφορήτου MHPL1: θεοφράστου GUFL2, θεοφορίστου Α 
<lb/>5 μέγα κλαύσασα ΜΑΗ: μετακλαύσασα GP, μεγάλα κλαύσασα UF ἔκγονα conicio 
<lb/>6 τοῦ θεοῦ ὁ ἑρμηνεὺς G λόγοις F
<lb/>7 ἕπεται Α ποτέ μὲν AUF 
<lb/>8 ποτὲ δὲ AUFPL
<lb/>9 θειασμῷ L τῶν om. U
<lb/>10 Μωυσῆς UF: Μωσῆς ceteri 
<lb/>11 ὅτι ἀπὸ τοῦ Α ἐφάνησαν UF
<lb/>12 διεφθαρμένη UF post διεφθαρμένη add. ἡ γῆ UF
<lb/>14 τοῦ λόγου GUFH2: om. MAH1P ἔχει UF
<lb/>15 αὐτῆς Turn.: αὐτῆς codd. (item lin. 17)
<lb/>18 τὰ om. UF δοκεῖ FL δυεῖν MAGUF: δυοῖν HP
<lb/>19 ἑτέρας G φθείρεσθαι P
<lb/>20 τὸ post ἀποδοτέον add. G post τὴν add. δὲ UF, καὶ in ras. G
<lb/>22 ἴσθι om. M, δ’ ἴσθι G ποδηγούμενος U
<lb/>23 τὸ δὲ τέρμα codd.: τἄ δὲ τέρματα Mang. 23.
<lb/>24 τῆς γῆς ὁδοῦ UF
<lb/>24 ἐπιστήμης F
<lb/>25 καὶ om. H1P 25.
<lb/>26 οὐδὲν γὰρ οὕτως οὐδ’ ἀντίπαλον UF
<lb/>26 ἐπιστήμῃ σαρκὸς ἡδονή voluit Mang. βουλομένοις GH2: βουλόμενος ceteri γοῦν] γὰρ PL</note>  

<pb n="v.2.p.87"/>
ταύτην πορεύεσθαι τὴν ὁδὸν βασιλικὴν οὖσαν τοῖς τοῦ ὁρατικοῦ γένους
μετέχουσιν, ὅπερ Ἰσραὴλ κέκληται, διαμάχεται ὁ γήινος Ἐδὼμ —
τοῦτο γὰρ διερμηνευθεὶς ὀνομάζεται — μετὰ σπουδῆς καὶ παρασκευῆς
τῆς πάσης εἴρξειν ἀπειλῶν τῆς ὁδοῦ καὶ ἀτριβῆ καὶ ἀπόρευτον αὐτὴν
<lb n="5"/> κατασκευάσειν εἰσάπαν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="145"><p><milestone unit="altref" n="31"/> οἱ μὲν οὖν πεμφθέντες πρέσβεις λέγουσι ταῦτα· „παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι’ ἀγρῶν,
οὐ δι’ ἀμπελώνων, οὐ πιόμεθα ὕδωρ λάκκου σου. ὁδῷ βασιλικῇ
πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμέν
σου τὰ ὅρια. ὁ δὲ Ἐδὼμ ἀποκρίνεται φάσκων· οὐ διελεύσῃ δι’ ἐμοῦ· εἰ
<lb n="10"/> δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαί σοι εἰς συνάντησιν. καὶ λέγουσιν αὐτῷ
οἱ υἱοὶ Ἰσραήλ· παρὰ τὸ ὄρος παρελευσόμεθα. ἐὰν δὲ τοῦ ὕδατός σου
πίω ἐγώ τε καὶ τὰ κτήνη, δώσω σοι τιμήν· ἀλλὰ τὸ πρᾶγμα οὐδέν
ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα. ὁ δὲ εἶπεν· οὐ διελεύσῃ δι’ ἐμοῦ“
(Num. 20,17—20).</p></div></div></body></text></TEI>