διὰ τοῦτό μοι δοκεῖ τὸν τύπον αὐτοῦ καὶ τὴν ἀκριβεστάτην τοῦ χαρακτῆρος ἰδέαν βουλόμενος ἐκδηλοτέραν ἐγγράψαι ποιμαίνοντα εἰσάγειν μετὰ γνησίου μὲν οὐδενός, μετὰ δὲ τῶν νόθων ἀδελφῶν, οἳ παλλακίδων ὄντες ἀπὸ τοῦ χείρονος γένους, τοῦ πρὸς γυναικῶν, ἀλλ’ οὐκ ἀπὸ τοῦ κρείττονος, τοῦ πρὸς ἀνδρῶν, χρηματίζουσιν· υἱοὶ γὰρ τῶν γυναικῶν Βαλλᾶς καὶ Ζελφᾶς, ἀλλ’ οὐκ Ἰσραὴλ τοῦ πατρὸς νυνὶ καλοῦνται. Ζητήσαι δ’ ἄν τις προσηκόντως, τίνος ἕνεκα μετὰ τὴν ἐν p. 291 Μ. ταῖς ἀρεταῖς τοῦ Νῶε τελείωσιν εὐθὺς εἴρηται, ὅτι „ἐφθάρη ἡ γῆ ἐναντίον τοῦ θεοῦ καὶ ἐπλήσθη ἀδικίας“ (Gen. 6,11). ἀλλ’ ἴσως οὐ χαλεπὸν λύσεως εὐπορῆσαι τῷ μὴ σφόδρα παιδείας ἀπείρῳ. λεκτέον οὖν ὅτι, ἐπειδὰν ἐν ψυχῇ τὸ ἄφθαρτον εἶδος ἀνατείλῃ, τὸ θνητὸν εὐθέως φθείρεται· γένεσις γὰρ τῶν καλῶν θάνατος αἰσχρῶν ἐπιτηδευμάτων ἐστίν, ἐπεὶ καὶ φωτὸς ἐπιλάμψαντος ἀφανίζεται τὸ σκότος. διὰ τοῦτο ἐν τῷ νόμῳ τῆς λέπρας ἀκριβέστατα διείρηται, ὅτι „ἐὰν ἀνατείλῃ χρὼς ζῶν ἐν τῷ λεπρῷ, μιανθήσεται“ (Lev. 13,14.15). καὶ προσεπισφίγγων αὐτὸ τοῦτο καὶ ὥσπερ ἐναποσημαινόμενος ἐπιφέρει „καὶ μιανεῖ ὁ χρὼς ὁ ὑγιής“, ἀντιταττόμενος τῷ εἰκότι καὶ συνήθει· πάντες γὰρ οἱ ἄνθρωποι τὰ νοσοῦντα φθορὰς τῶν ὑγιαινόντων καὶ τὰ νεκρὰ τῶν ζώντων, οὐκ ἔμπαλιν τὰ ὑγιαίνοντα καὶ ζῶντα τῶν ἐναντίων, ἀλλὰ σωτήρια νομίζουσι. 1 θνητὰς] κενὰς HP 2 αὐτοῦ MGPH1L εὐθὺς UF: εὐθέως G, om. ceteri 3 ἔτι] ἀεὶ UF 4 ἣν corr. in ἧ Α, ἢ habet mg. P 4 Μωυσέως U: Μωυσέος G, Μωσέως MAFP, Μωσέος H 5 κατεπασθέντες UF ἑαυταῖς G 8 γράψαι UF, ἀναγράψαι coni. Mang. εἰσάγειν Turn.: εἰσάγει codd. 9 τῶν om. Α 10 ἀλλὰ κἀπὸ τοῦ U 11 βελλᾶς U 12 νῦν UF 14 ἀρεταῖς om. U post ταῖς ἀρεταῖς add. ταῖς L2 16 τῷ] τὸ Α ἀπείρου Α, ἀμοίρῳ U 18 ὁ θάνατος U, ras. ante θάνατος F 19 ἐλλάμψαντος UF τὸ om. UF 20 διήρηται G ζῶον Α 21 προσεπισφραγίζων (immo προσεπισφραγιζόμενος) coni. Mang. 22 ὥσπερ ἀποσειόμενος F post μιανεῖ add. αὐτὸν ex LXX Mang. 22. 23 χρὼς ὁ λεπρὸς τὸν χρῶτα τὸν ὑγιῆ UF 23 ἀντιδιαταττόμενος G2, αὐτὸν διαταττόμενος G1, ἀντιδιαστελλόμενος UF 24 supra νοσοῦντα scripsit ἥτις G2 25 ἀλλ’ οὐ σωτήρια F καινότατος δ’ ἐν ἅπασι τὴν σοφίαν ὁ νομοθέτης ὢν καὶ τοῦτο ἴδιον εἰσηγήσατο, διδάσκων ὅτι τὰ ὑγιαίνοντα καὶ ζῶντα τοῦ μὴ καθαρεύειν μιασμάτων αἴτια γίνεται· τὸ γὰρ ὑγιαῖνον καὶ ζῶν ἐν ψυχῇ χρῶμα ὡς ἀληθῶς φαινόμενον ἐπ’ αὐτῆς ἔλεγχός ἐστιν.