ἕτερος δέ τις φιλοσώματος καὶ φιλοπαθὴς νοῦς πραθεὶς τῇ ἀρχιμαγείρῳ (Gen. 39, 1) τοῦ συγκρίματος ἡμῶν ἡδονῇ καὶ ἐξευνουχισθεὶς τὰ ἄρρενα καὶ γεννητικὰ τῆς ψυχῆς μέρη πάντα, σπάνει κεχρημένος καλῶν ἐπιτηδευμάτων, ἀκοὴν παραδέξασθαι θείαν ἀδυνατῶν, ἐκκλησίας τῆς ἱερᾶς ἀπεσχοινισμένος (Deut. 23, 1), ἐν ᾗ [σύλλογοι καὶ] λόγοι περὶ ἀρετῆς ἀεὶ μελετῶνται, εἰς μὲν τὸ δεσμωτήριον τῶν παθῶν εἰσάγεται, χάριν δὲ εὑρίσκει τὴν ἀτιμίας ἀδοξοτέραν παρὰ τῷ ἀρχιδεσμοφύλακι (Gen. 39, 20. 21). δεσμῶται μὲν γὰρ κυρίως εἰσὶν οὐχ οὓς ἐν δικαστηρίῳ καταδικασθέντας ὑπὸ κλήρῳ ἀρχόντων ἢ καὶ χειροτονηθέντων δικαστῶν ἀπάγουσί τινες εἰς ἀποδεδειγμένον χῶρον κακούργων, ἀλλ’ ὧν ἡ φύσις κατεδίκασε ψυχῆς τρόπων, οἵτινες ἀφροσύνης καὶ ἀκολασίας καὶ δειλίας καὶ ἀδικίας καὶ ἀσεβείας καὶ ἄλλων ἀμυθήτων κηρῶν γέμουσιν. ὁ δὲ ἐπίτροπος καὶ φύλαξ καὶ ταμίας τούτων, ὁ ἡγεμὼν τοῦ δεσμωτηρίου, σύστημα καὶ συμφόρημα κακιῶν ἀθρόων καὶ ποικίλων εἰς ἓν εἶδος συνυφασμένων ἐστίν, ᾧ τὸ εὐαρεστῆσαι μεγίστη ζημία· ἣν οὐχ ὁρῶντες ἔνιοι, ἀπατώμενοι δὲ περὶ τὸ βλάπτον ὡς ὠφελοῦν, προσίασί τε αὐτῷ μάλα γεγηθότες καὶ δορυφοροῦσιν, ἵν’ ὕπαρχοι καὶ διάδοχοι φυλακῆς ἁμαρτημάτων ἀκουσίων τε καὶ ἑκουσίων πιστοὶ κριθέντες γένωνται. ἀλλὰ σύ γε, ὦ ψυχή, τὴν δεσποτείαν καὶ ἡγεμονίαν ταύτην ἀργαλεωτέραν τῆς ἐπαχθοῦς δουλείας νομίσασα, μάλιστα μὲν ἀδέσμῳ καὶ λελυμένῃ καὶ ἐλευθέρᾳ χρῆσαι προαιρέσει τοῦ βίου· ἂν δ’ ἄρα ἀγκιστρευθῇς ὑπὸ πάθους, δεσμῶτις 1 δεικνύντος conioio αὐτὸν coni. Cohn οὕτως] ὄντως AGH2 ἄρα] ἔτι F 2 Μωσῆν MAHP ὁ om. Α 3 ἰδικωτέραν MAG 4 δυνάμεων ὑπηκόων ὑπηκόῳ Α) AUF καθ’ ἃς GUF: καθὰ MAPH1, καθὸ Η2 ὁ κύριος HP 5 πραθεὶς om. Α 7 τῆς om. F 9 ἱερωτάτης G 9. 10 σύλλογοι καὶ seclusit Cohn, διάλογοι καὶ conicio 10 ante μὲν ras. HP 13 οὓς] ὡς G1 κλήρων conicio 14 καὶ om. UF χωρίον UF 15 ὧν] ὃν AU τρόπον AU οἵτινες M: οἷά τινες ceteri 15. 16 ἀφροσύνης om. v 16 καὶ addidi καὶ δειλίας om. UF καὶ ante ἀσεβείας om. MGUF, ante ἄλλων GUF καὶ ἀσεβείας om. HP 17 κηρῶν] πονηριῶν Α, sed πονηρι in ras. 18 ὁ om. UFP 19 συνυφασμένον HP ᾧ] ὡς U 20 μεγάλη F 21. 22 δορυφοροῦντες P 22 ἶνα GUF ἀκουσίους Α 22. 23 τε καὶ om. Α 23 καὶ post ἀλλὰ add. UF, καὶ corr. ex ἀλλὰ L2 25 νομίσας U ἀθέσμῳ UF λελυμένῃ καὶ om. H 26 δεσμώτης U μᾶλλον ἢ εἱρκτοφύλαξ ὑπόμεινον γενέσθαι· κακωθεῖσα μὲν γὰρ καὶ στενάξασα ἔλεον εὑρήσεις, σπουδαρχίαις δὲ καὶ λιμοδοξίαις ὑποβαλοῦσα σαυτὴν ἡδὺ κακὸν τὸ εἱρκτοφυλακεῖν καὶ μέγιστον ἀναδέξῃ, ὑφ’ οὗ γενήσῃ πάντα ἀγώγιμος τὸν αἰῶνα.