πῶς οὖν ἑπτὰ τετοκέναι φησίν, εἰ μή τι μονάδα ἑβδομάδι τὴν αὐτὴν φυσικώτατα νομίζει, οὐ μόνον ἐν ἀριθμοῖς, ἀλλὰ καὶ ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ ἐν τοῖς τῆς ἐναρέτου λόγοις ψυχῆς; ὁ γὰρ τεταγμένος μόνῳ θεῷ Σαμουήλ, ἄλλῳ δὲ τὸ παράπαν συνιὼν μηδενί, κατὰ τὸ ἓν καὶ τὴν μονάδα, τὸ 1 ὅτι μὴ] ἡ HP, εἰ μὴ D δοθέντων ἡμῖν D 2 χρῄζων δὲ οὐδενὸς κελεύει D 3 αὑτῶ M: αὐτῶ ceteri τὰ ἑαυτοῦ D αὐτοῦ DC): om. codd. 4 εὐχαριστητικῶς MH1P,Dc in mg.: εὐχαριστικῶς ceteri D καὶ τιμητικῶς ἔχειν (om. αὐτοῦ) D 5 καθαρεύσομεν F: καθαρεύσωμεν ceteri D 6 ἐννοίαις scripsi (an διανοίαις, διανοήσεσι?): ὀνείδεσι MAGHP, εἴδεσι UF, νοήμασι vel νοήσεσι coni. Cohn νομιζόμενα ante ἱερὰ add. G 7 λουσάμενος πρότερον UF φαιδρύνεται AU 8 δὲ om. U ἔτι om. Η1P, ἐπὶ Η2 10 πεποίηται UF: πεποίηνται ceteri κατ’ αὐτὸ UF 10. 11 ἀλλ’ ὅμως καθιδρυμένον ὃν ἄψυχον UF, mg. L καθιδρυμένον delevi): om. ceteri 12 ὑπομένει U, ὑπομεῖναι Α 13 μετανοήσειν Α 14 τῷ] τὸ AU ἐξεργάσασθαι G, εἰργάσθαι F 15 δυσκατόρθωτος PH1 16 τὸν om. U 17 αὐτοῖς ACP 18 τὸ] τόδε F 19 ἡ δὲ] καὶ ἡ Α 21 εἰ—αὐτὴν] ἡ μονὰς ἑβδοματικὴν αὐτὴν UF εἰ μή τι om. Α τι M: τὴν G, τις ceteri 21. 22 νομίζοι HP 23 ἐναρέτου] ἐπ’ ἀρετὴ Α θεῶ μόνω H, μόνῳ om. UF 24 συνεῖναι UF ὄντως ὄν, κεκόσμηται. αὕτη δ’ ἡ κατάστασίς ἐστιν ἑβδομάδος, ἀναπαυομένης ἐν θεῷ ψυχῆς καὶ περὶ μηδὲν τῶν θνητῶν ἔργων ἔτι πονουμένης, κατὰ ἀπόλειψιν ἑξάδος, ἣν ἀπένειμε τοῖς τὰ πρωτεῖα λαβεῖν μὴ δυνηθεῖσι, δευτερείων δ’ ἐξ ἀνάγκης μεταποιουμένοις. τὴν μὲν οὖν στεῖραν, οὐ τὴν ἄγονον, ἀλλὰ τὴν στερρὰν καὶ ἔτι σφριγῶσαν, τοὺς διὰ καρτερίας καὶ ἀνδρείας καὶ ὑπομονῆς ἐπὶ κτήσει τοῦ ἀρίστου διαθλοῦσαν ἄθλους, ἑβδομάδι τὴν ἰσότιμον μονάδα τίκτειν εἰκὸς ἦν· εὔτοκος γὰρ καὶ εὔπαις ἡ φύσις. τὴν δὲ πολλὴν ἀσθενεῖν ἐν τέκνοις εἶπεν ἀψευδῶς καὶ σφόδρα ἐναργῶς· ὅταν γὰρ μία οὖσα ψυχὴ πολλὰ ὠδίνῃ τοῦ ἑνὸς ἀποστᾶσα, μυρία κατὰ τὸ εἰκὸς γίνεται, κἄπειτα πλήθει τέκνων ἐξηρτημένων βαρυνομένη καὶ πιεζομένη—ἔστι δὲ ἠλιτόμηνα καὶ ἀμβλωθρίδια τὰ πλεῖστα αὐτῶν — ἐξασθενεῖ. τίκτει μὲν γὰρ τὰς πρὸς σχήματα καὶ χρώματα δι’ ὀφθαλμῶν ἐπιθυμίας, τίκτει δὲ τὰς πρὸς φωνὰς δι’ ὤτων, ἐγκύμων δ’ ἐστὶ καὶ τῶν γαστρὸς καὶ τῶν ὑπ’ αὐτήν, ὥστε πολλῶν ἐκκρεμαμένων ἐγγόνων βαρύτατον ἄχθος φέρουσα παρίεται καὶ χεῖρας ὑπ’ ἀσθενείας καθεῖσα ἀπολέγεται. τοῦτον μὲν δὴ τὸν τρόπον ἡττῆσθαι συμβαίνει πᾶσιν, ὅσοι φθαρτοῖς ἑαυτοῖς φθαρτὰ γεννῶσιν.