πηλίκον γάρ τινα εἰκὸς γενέσθαι τὸν ἄξιον χάριτος κριθησόμενον παρὰ θεῷ; ἐγὼ μὲν γὰρ ἡγοῦμαι μόλις ἂν καὶ σύμπαντα τὸν κόσμον τούτου λαχεῖν· καίτοι τό γε πρῶτον καὶ μέγιστον καὶ τελεώτατον τῶν θείων ἔργων ἐστὶν οὗτος. μήποτ’ οὖν ἄμεινον ἂν εἴη ἐκδέχεσθαι τοῦτο, ὅτι ζητητικὸς καὶ πολυμαθὴς γενόμενος ὁ ἀστεῖος ἐν οἷς ἅπασιν ἐζήτησε τοῦθ’ εὗρεν ἀληθέστατον, χάριν ὄντα θεοῦ τὰ πάντα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἥλιον, ἀστέρας, οὐρανόν, ζῷα καὶ φυτὰ σύμπαντα. κεχάρισται δὲ ὁ θεὸς αὑτῷ μὲν οὐδέν — οὐδὲ γὰρ δεῖται —, κόσμον δὲ κόσμῳ καὶ τὰ μέρη ἑαυτοῖς τε καὶ ἀλλήλοις, ἔτι δὲ τῷ παντί. οὐδὲν δὲ κρίνας ἄξιον χάριτος ἄφθονα καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσι δεδώρηται τὰ ἀγαθά, ἀλλ’ ἀπιδὼν εἰς τὴν ἀίδιον ἀγαθότητα καὶ νομίσας ἐπιβάλλον τῇ μακαρίᾳ καὶ εὐδαίμονι φύσει ἑαυτοῦ τὸ εὐεργετεῖν. ὥστε εἴ τίς μ’ ἔροιτο, τίς αἰτία γενέσεως κόσμου, μαθὼν παρὰ Μωυσέως ἀποκρινοῦμαι, ὅτι ἡ τοῦ ὄντος ἀγαθότης, ἥτις ἐστὶ πρεσβυτάτη τῶν * * * χαρίτων οὖσα ἑαυτῇ. παρατηρητέον δ’ ὅτι τὸν μὲν Νῶέ φησιν εὐαρεστῆσαι ταῖς τοῦ ὄντος δυνάμεσι, κυρίῳ τε καὶ θεῷ (Gen. 6, 8), Μωυσῆν δὲ τῷ δορυφορουμένῳ πρὸς τῶν δυνάμεων καὶ δίχα αὐτῶν κατὰ τὸ εἶναι μόνον νοουμένῳ· λέγεται γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὅτι „εὕρηκας χάριν παρ’ ἐμοὶ“ (Exod. 33, 17) 2 συγκεκρότηκε G, συγκεκρότηται UF καὶ om. AUF στοιχειώδους Α 3 ἠξιωμένων Turn.: ἠξιωμέναι codd. 4 δώρων HP αὐτοῖς AUF 5 τὸν] τοὺς AP μὴ om. P διαφθείροντες F 6 ἀληθῶς AG πηλίκον] ποικίλον P 7 τῷ θεῶ G ἄν καὶ σύμπαντα GUFH2: ἄν πάντα MAH1P τὸν om. UF 8 τοῦτον Α τοι om. Α τό om. G γε] τε UF 8. 9 τελειότατον F 9 οὗτός ἐστιν HP εἴη om. P 10 ζητικὸς H1P 11 τὰ σύμπαντα GF 13 δὲ om. Α ὁ θεὸς post οὐδὲν transpos. UF 13 αὑτῶ H2: ἑαυτῶ GF, αὐτῶ ceteri 15 οὐδέ κρίνας U χάριτος ἄξιον UF γὰρ post ἄφθονα add. HP καὶ prius om. HP τοῖς om. MAH1P (hab. L) 16 ἀλλὰ MG 17 ἐπιβάλλον] ἐπεὶ βέλτιον Α 18 με GUF κόσμων U μαθέτω G τὸ ante παρὰ add. Α 19 Μωυσέως U: Μώσεως MAF, Μωυσέος GHP ἀποκρινομένου AG ἥτις om. v 20 πρεσβυτάτη τῶν θεοῦ δυνάμεων, τῶν χαρίτων οὖσα πηγή conicio ἑαυτῇ] αἰτία vel αὐτοῦ coni. Mang. 21. 22 κυρίου τε καὶ θεοῦ 22 Μωυσῆν UF: Μωσῆν ceteri τὸν δορυφορούμενον U 23 λέγει coni. Cohn 24 τοῦ om. H δεικνὺς ἑαυτὸν τὸν ἄνευ παντὸς ἑτέρου. οὕτως ἄρα τὴν μὲν κατὰ Μωυσῆν ἄκραν σοφίαν ἀξιοῖ χάριτος ὁ ὢν αὐτὸς δι’ ἑαυτοῦ μόνου, τὴν δὲ ἀπεικονισθεῖσαν ἐκ ταύτης δευτέραν καὶ εἰδικωτέραν οὖσαν διὰ τῶν ὑπηκόων δυνάμεων, καθ’ ἃς καὶ κύριος καὶ θεός, ἄρχων τε καὶ εὐεργέτης ἐστίν.