<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="101"><p>καὶ τοὺς τὰς ὀλιγοχρημάτους παρακαταθήκας ἀποδιδόντας
ἐπὶ θήρᾳ στερήσεως μειζόνων εἴποις ἂν πίστει διαφέρειν, οἳ καὶ ὅτε
ἀπέδοσαν πολλὰ τὴν ἔμφυτον ἀπιστίαν ἐβιάσαντο, ὑφ’ ἧς μήποτε παύσαιντο
 κατακεντούμενοι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="102"><p>θεραπείαν δὲ ὅσοι τοῦ μόνου σοφοῦ νόθον ἐπετήδευσαν, <lb n="10"/>
ὥσπερ ἐπὶ σκηνῆς ἱεροπρεπεστάτης ἄχρι τοῦ μόνον ἐπιδείξασθαι
τοῖς συνεληλυθόσι θεαταῖς προαίρεσιν ἐνδύντες βίου, βωμολοχίαν
πρὸ εὐσεβείας ἐν τῇ ψυχῇ φέροντες, οὐχ αὑτοὺς ὥσπερ ἐπὶ τροχοῦ
κατατείνουσι καὶ βασανίζουσιν <milestone unit="altpage1" n="p. 288 M"/>  ἀναγκάζοντες ἐπιμορφάζειν ψευδῶς, ἃ πρὸς
 ἀλήθειαν <add>μὴ</add> πεπόνθασι;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="103"><p>τοιγάρτοι βραχὺν χρόνον ἐπισκιασθέντες διὰ
τῶν δεισιδαιμονίας συμβόλων, ἣ κώλυσις μέν ἐστιν ὁσιότητος, μεγάλη δὲ
καὶ τοῖς ἔχουσι καὶ τοῖς συνιοῦσι ζημία, εἶτ’ αὖθις ἀπαμφιασάμενοι τὰ περίαπτα
γυμνὴν ἐπιδείκνυνται τὴν ὑπόκρισιν καὶ τότε ὥσπερ οἱ ξενίας ἁλόντες
νοθεύονται τῇ μεγίστῃ πόλεων ἀρετῇ μηδὲν προσήκοντας ἑαυτοὺς παρεγγράψαντες.
τὸ γὰρ βίαιον ὀλιγοχρόνιον, ὡς καὶ αὐτό που δηλοῖ <lb n="20"/>
τοὔνομα παρὰ τὸ βαιὸν εἰρημένον· βαιὸν δὲ τὸ ὀλιγοχρόνιον ἐκάλουν οἱ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="104"><p> παλαιοί. <milestone unit="altref" n="23"/> τί δέ ἐστι τὸ „Νῶε εὗρε χάριν παρὰ κυρίῳ τῷ θεῷ“,
διαπορητέον. ἆρ’ οὖν τοιοῦτόν ἐστι τὸ δηλούμενον, ὅτι χάριτος ἔτυχεν,
ἢ ὅτι χάριτος ἄξιος ἐνομίσθη; ἀλλὰ τὸ μὲν πρότερον οὐκ εἰκὸς
<note xml:lang="mul" type="footnote"><lb/>1 ἐδίωξαν MA σιίρεως Α, σιὴρ ἕως U, σηιερέως F ἑρμᾶ G: ἐρεμᾶ MHP, ἠρέμ’ Α, ὅρμα UF
<lb/>2 ἔχοντας om. F ἀντιλήψεις UF 2.
<lb/>3 λήψεις ἐπιβιαζόμενοι G 
<lb/>3 μόνου L
<lb/>5 μὴ add. Mang. αὐτοῖς codd. τὸ] τὸν F
<lb/>6 τὸ ante μὴ add. MAP
<lb/>6 πρὸ F τε GUF: om. ceteri
<lb/>8 μειζόνως F διαφέρον U ὅτε MAG: ὅταν HP, ὅτε δὴ UF
<lb/>9 ἀπέδωσαν Α, ἔδοσαν UF 9.
<lb/>10 παύσοιντο ΜL2 
<lb/>10 νόθην UF, νόον Α
<lb/>11 ἱεροπρεπεστάτου τὴν G, ἱεροπρεπεστάτην coni. Mang. 
<lb/>12 πρὸς αἵρεσιν F <add>εὐσεβοῦς</add> βίου conicio
<lb/>13 πρὸς AF1 πρὸς G αὐτοὺς Α 14.
<lb/>15 ἁ πρὸς ἀλήθειαν <add>μὴ</add> πεπόνθασι scripsi: post ἀλήθειαν πεπόνθασι M, ἐπ’ ἀληθεία πεπόνθασι AG, ἐπ’ ἀληθεία πεπονθόσι UF, ἀληθεία πεπόνθασι H1P, ἀληθεία H2L πεπονθόσι add. mg. L), #x003E; ἐπ’ ἀληθείας πεπονθότες coni. Cohn
<lb/>15 ἀλήθειαν; τοιγάρτοι Mang.
<lb/>16 κώλυσις Benzelius: κόλασις codd., κόλουσις Cohn et ego coniecimus
<lb/>17 περίοπτα G
<lb/>18 ἐπιδείκνυται G
<lb/>19 μηδενὶ UF 19.
<lb/>20 γράψαντες UF
<lb/>20 βιβλίον Α 20.
<lb/>21 ὡς—ὀλιγοχρόνιον om. AL (ὡς—βαιὸν δὲ add. in mg. L)
<lb/>21 παρὰ βιὸν H1P βίαιον G βίαιον G 
<lb/>22 τῶ om. MA
<lb/>23 τί post οὖν add. UF 24. 79,1 post ὑπονοεῖν add. ἐστι G</note>  

<pb n="v.2.p.79"/>
ὑπονοεῖν· τί γὰρ αὐτῷ πλέον δεδώρηται πάντων, ὡς ἔπος εἰπεῖν, ὅσα οὐ
συγκέκριται μόνον, ἀλλὰ καὶ στοιχειώδεις ἁπλαῖ φύσεις εἰσί, χάριτος
ἠξιωμένων θείας;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg008.1st1K-grc1" subtype="section" n="105"><p>τὸ δ’ ὕστερον ἔχει μέν τινα οὐκ ἀνάρμοστον λόγον, κρίνοντος τοῦ αἰτίου δωρεῶν ἀξίους τοὺς τὸ θεῖον ἐν ἑαυτοῖς νόμισμα,
<lb n="5"/> τὸν ἱερώτατον νοῦν, αἰσχροῖς ἐπιτηδεύμασι μὴ διαφθείροντας, ἴσως δὲ
οὐκ ἀληθῆ.</p></div></div></body></text></TEI>