<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="64"><p>εἰ δ’ ὁ τοῦ κόσμου θεὸς καὶ μόνος ὢν θεὸς καὶ αὐτοῦ <lb n="10"/>
κατὰ χάριν ἐξαίρετον ἰδίᾳ θεός, ἐξ ἀνάγκης δήπου καὶ αὐτὸς θεοῦ.
καλεῖται γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς ἑρμηνευθεὶς Ἀβραάμ, ὁ τοῦ
σπουδαίου λογισμός· ἐξειλεγμένος τε γὰρ καὶ κεκαθαρμένος καὶ πατὴρ
φωνῆς ᾗ συνηχοῦμεν. ὁ δὲ τοιοῦτος τῷ ἑνὶ μόνῳ προσκεκλήρωται
θεῷ, οὗ γινόμενος ὀπαδὸς εὐθύνει τὴν ἀτραπὸν τοῦ παντὸς βίου βασιλικῇ <lb n="15"/>
τῷ ὄντι χρώμενος ὁδῷ τῇ τοῦ μόνου βασιλέως καὶ παντοκράτορος,
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="65"><p> ἐπὶ μηδέτερα ἀποκλίνων καὶ ἐκτρεπόμενος. <milestone unit="altref" n="15"/> οἱ δὲ γῆς παῖδες τὸν
νοῦν ἐκβιβάσαντες τοῦ λογίζεσθαι καὶ <milestone unit="altpage1" n="p. 272 M."/>  μεταλλοιώσαντες εἰς τὴν ἄψυχον
καὶ ἀκίνητον σαρκῶν φύσιν — „ἐγένοντο γὰρ οἱ δύο εἰς σάρκα μίαν",
ᾗ φησιν ὁ νομοθέτης (Gen. 2, 24) — τὸ ἄριστον ἐκιβδήλευσαν νόμισμα <lb n="20"/>
καὶ τὴν μὲν ἀμείνω καὶ οἰκείαν τάξιν ἔλιπον, πρὸς δὲ τὴν χείρω καὶ
 ἐναντίαν ηὐτομόλησαν ἄρξαντος τοῦ ἔργου Νεβρώδ·</p></div></div></body></text></TEI>