θεοῦ δὲ ἄνθρωποι ἱερεῖς καὶ προφῆται, οἵτινες οὐκ ἠξίωσαν πολιτείας τῆς παρὰ τῷ κόσμῳ τυχεῖν καὶ κοσμοπολῖται γενέσθαι, τὸ δὲ αἰσθητὸν πᾶν ὑπερκύψαντες εἰς τὸν νοητὸν κόσμον μετανέστησαν κἀκεῖθι ᾤκησαν ἐγγραφέντες ἀφθάρτων καὶ ἀσωμάτων ἰδεῶν πολιτείᾳ. ὁ γοῦν Ἀβραὰμ μέχρι μὲν διατρίβων ἦν ἐν τῇ Χαλδαίων γῇ τε 1 ἰσοχρόνους U 2 καὶ om. UHP 3 γένει ὅλῳ HP 4 ὅτι om. HP 5 ἔχοντας ἴσους U 6 τὰς δυνάμεις Η 2, λύσεις U τῶν] τὸν Η 6. 7 ἑκατὸν καὶ εἴκοσιν U παντὸς ἐξέτασιν βίου U πάντως Η 2 8 αὐτῶν UH1P λέξομεν U 10 τις] ὅτι AP τὰ om. U τοῖς om. AU 12 καὶ] κἄν U τοῖς MAU: τῆς PH1, τοῖς τῆς H 2 παρ᾿ ὃ UH 13 εὐδοκίμους U: οὐ δοκίμους MA, δοκίμους PH1, τὰς δοκίμους H 2 14 ἑαυτὸν U τἀληθοῦς U 16 οὑν UH 2: om. ceteri περὶ γιγάντων οὐδέγα U 17 δὲ πάντως ἐκεῖνο U 18 θηρευτικοὶ codd.: θηρευταὶ Mang. „ex Mss.“ (??) 21 τῶν] τὸν Α Turn. ἁπάσας om. U 23 τε] δὲ U 24 αὑτόν H 2: αὐτόν ceteri 25 τῆς ἐν κόσμω U 27 καὶ add. Mang. σωμάτων ἰδέαις ὁ U 28 διατρίβων ἦν] διέτριβεν conicio ἦν om. Α καὶ δόξῃ, πρὶν μετονομασθῆναι, καλούμενος Ἀβρὰμ ἦν ἄνθρωπος οὐρανοῦ τήν τε μετάρσιον καὶ τὴν αἰθέριον φύσιν ἐρευνῶν καὶ τά τε συμβαίνοντα καὶ τὰς αἰτίας καὶ εἴ τι ἄλλο ὁμοιότροπον φιλοσοφῶν—οὗ χάριν καὶ προσρήσεως οἷς ἐπετήδευσεν ἔτυχεν οἰκείας· Ἀβρὰμ γὰρ ἑρμηνευθεὶς πατήρ ἐστι μετέωρος, ὄνομα τοῦ τὰ μετέωρα καὶ ἐπουράνια περισκοπουμένου πάντα πάντῃ νοῦ πατρός, πατὴρ δὲ τοῦ συγκρίματος ὁ νοῦς ἐστιν ὁ ἄχρις αἰθέρος καὶ ἔτι περαιτέρω μηκυνόμενος —· ὅταν δὲ βελτιωθεὶς μέλλῃ μετονομάζεσθαι, γίνεται ἄνθρωπος θεοῦ κατὰ τὸ χρησθὲν αὐτῷ λόγιον „ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος“ (Gen. 17,1). εἰ δ’ ὁ τοῦ κόσμου θεὸς καὶ μόνος ὢν θεὸς καὶ αὐτοῦ κατὰ χάριν ἐξαίρετον ἰδίᾳ θεός, ἐξ ἀνάγκης δήπου καὶ αὐτὸς θεοῦ. καλεῖται γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς ἑρμηνευθεὶς Ἀβραάμ, ὁ τοῦ σπουδαίου λογισμός· ἐξειλεγμένος τε γὰρ καὶ κεκαθαρμένος καὶ πατὴρ φωνῆς ᾗ συνηχοῦμεν. ὁ δὲ τοιοῦτος τῷ ἑνὶ μόνῳ προσκεκλήρωται θεῷ, οὗ γινόμενος ὀπαδὸς εὐθύνει τὴν ἀτραπὸν τοῦ παντὸς βίου βασιλικῇ τῷ ὄντι χρώμενος ὁδῷ τῇ τοῦ μόνου βασιλέως καὶ παντοκράτορος, ἐπὶ μηδέτερα ἀποκλίνων καὶ ἐκτρεπόμενος. οἱ δὲ γῆς παῖδες τὸν νοῦν ἐκβιβάσαντες τοῦ λογίζεσθαι καὶ μεταλλοιώσαντες εἰς τὴν ἄψυχον καὶ ἀκίνητον σαρκῶν φύσιν — „ἐγένοντο γὰρ οἱ δύο εἰς σάρκα μίαν", ᾗ φησιν ὁ νομοθέτης (Gen. 2, 24) — τὸ ἄριστον ἐκιβδήλευσαν νόμισμα καὶ τὴν μὲν ἀμείνω καὶ οἰκείαν τάξιν ἔλιπον, πρὸς δὲ τὴν χείρω καὶ ἐναντίαν ηὐτομόλησαν ἄρξαντος τοῦ ἔργου Νεβρώδ·