ἰδὼν γάρ τις τὸν ἐν εἰρήνῃ συνεχῆ πόλεμον ἀνθρώπων οὐ κατὰ ἔθνη καὶ χώρας καὶ πόλεις αὐτὸ μόνον 1 τῷ] τὸ H1P τέλειον τὸ ἄφθαρτον U 2 καὶ φθαρτὸν U: om. 3 σαρκῶν U: σαρκὶ ceteri ἐξηρτημένον coni. Mang. 4 ὁ om. U δὲ om. HP 6 αὐτῶν HP 7 γὰρ] δὲ U 8 εἰ—εὐλαβηθέντες om. U 9 τὸ κράτος τῆς ἀρχῆς αὐτοῦ HP (τὸ del. H2) 10 χρῆσθαι τῆ κολαστηρίῳ U ἠρεμήσωμεν MAUH: ἠρεμήσαμεν P, ἠρεμήσομεν Turn. 12 οἴχηται MU: οἴχεται Α, οἰχήσεται HP 13 Μωσεῖ codd. ἠρεαιοτάταις coni. Mang. 14 ὡς bis MA: om. UHP 14 MAUPH1: τροπαῖς τε H 2 καὶ om. U 14. 15 κεχρῆσθαι πεφυκός U 15 λέγεται U: λέγει ceteri ὅτι MAUP2: ὁ HP1 Μώσης MAHP 17 οὔθ’ ὁ σπουδαῖος U, οὔτε σπουδὴ Α 19 λόγιον γάρ ἐστι HP 20 ἠρεμία παντελὴς ἢ U παρὰ] πρὸς conicio ἀκλινῆ H1P ἑστῶσα P θεὸν πρόσοδος conicio 22 ἐπίκλην U εἰωθὼς A 23 ἰσαιτάτην MAU: ἰσοτάτην Η, ἰσωτάτην P ἀναίρεσιν U 24 σχετλιάζει καὶ ἀναπυνθάνεται U 25 συνεχεῖ PH1 26 ἀνθρώπων om. Η κατὰ τὰ ἔθνη Α πόλεις καὶ χώρας U 4 * συνιστάμενον, ἀλλὰ καὶ κατ’ οἰκίαν, μᾶλλον δὲ καὶ καθ’ ἕνα ἄνδρα ἕκαστον, καὶ τὸν ἐν ταῖς ψυχαῖς ἄλεκτον καὶ βαρὺν χειμῶνα, ὃς ὑπὸ βιαιοτάτης φορᾶς τῶν κατὰ τὸν βίον πραγμάτων ἀναρριπίζεται, τεθαύμακεν εἰκότως, εἴ τις ἐν χειμῶνι εὐδίαν ἢ ἐν κλύδωνι κυμαινούσης θαλάττης γαλήνην ἄγειν δύναται. ὁρᾷς ὅτι οὐδὲ ὁ ἀρχιερεὺς λόγος ἐνδιατρίβειν ἀεὶ καὶ ἐνσχολάζειν τοῖς ἁγίοις δόγμασι δυνάμενος ἄδειαν ἔσχηκεν ἀνὰ πάντα καιρὸν πρὸς αὐτὰ φοιτᾶν, ἀλλ’ ἅπαξ δι’ ἐνιαυτοῦ μόλις (Lev. 16,2. 34) ; τὸ μὲν γὰρ μετὰ λόγου τοῦ κατὰ προφορὰν οὐ βέβαιον, ὅτι δυάς, τὸ δ’ ἄνευ φωνῆς μόνῃ ψυχῇ τὸ ὂν θεωρεῖν ἐχυρώτατον, ὅτι κατὰ τὴν ἀδιαίρετον ἵσταται μονάδα. ὥστε οὖν ἐν μὲν τοῖς πολλοῖς, τουτέστι τοῖς πολλὰ τοῦ βίου τέλη προτεθειμένοις, οὐ καταμένει τὸ θεῖον πνεῦμα, κἂν πρὸς ὀλίγον χρόνον ἀναστραφῇ, μόνῳ δὲ ἀνθρώπων εἴδει ἑνὶ παραγίνεται, ὃ πάντα ἀπαμφιασάμενον τὰ ἐν γενέσει καὶ τὸ ἐσωτάτω καταπέτασμα καὶ προκάλυμμα τῆς δόξης ἀνειμένῃ καὶ γυμνῇ τῇ διανοίᾳ πρὸς θεὸν ἀφίξεται. οὕτως καὶ Μωυσῆς ἔξω τῆς παρεμβολῆς καὶ τοῦ σωματικοῦ παντὸς στρατοπέδου πήξας τὴν ἑαυτοῦ σκηνήν (Exod. 33, 7), τουτέστι τὴν γνώμην ἱδρυσάμενος ἀκλινῆ, προσκυνεῖν τὸν θεὸν ἄρχεται καὶ εἰς τὸν γνόφον, τὸν ἀειδῆ χῶρον, εἰσελθὼν αὐτοῦ καταμένει τελούμενος τὰς ἱερωτάτας τελετάς. γίνεται δὲ οὐ μόνον μύστης, ἀλλὰ καὶ ἱεροφάντης ὀργίων καὶ διδάσκαλος θείων, ἃ τοῖς ὦτα κεκαθαρμένοις ὑφηγήσεται. τούτῳ μὲν οὖν τὸ θεῖον ἀεὶ παρίσταται πνεῦμα πάσης ὀρθῆς ἀφηγούμενον ὁδοῦ, τῶν δὲ ἄλλων, ὡς ἔφην, τάχιστα διαζεύγνυται, ὧν καὶ τὸν βίον ἐν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ἀριθμῷ πεπλήρωκε· λέγει γάρ· „ἔσονται αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσιν“ (Gen. 6,3).