οὔτε δὲ ὑπηκόοις παρόντων ἡγεμόνων οὔτε δούλοις δεσποτῶν ἀδικεῖν ἀσφαλές· ἐγγὺς γὰρ ὅταν ὦσιν οἱ κολασταί, φόβῳ σωφρονίζονται οἱ ἐξ ἑαυτῶν μὴ πεφυκότες νουθετεῖσθαι. πάντα γὰρ πεπληρωκὼς ὁ θεὸς ἐγγύς ἐστιν, ὥστε ἐφορῶντος καὶ πλησίον ὄντος μάλιστα μὲν αἰδεσθέντες, εἰ δὲ μὴ τοῦτο, εὐλαβηθέντες γοῦν τὸ ἀνίκητον τῆς ἀρχῆς αὐτοῦ κράτος καὶ τὸ φοβερὸν καὶ ἀπαραίτητον ἐν ταῖς τιμωρίαις, ὁπότε τῇ κολαστηρίῳ χρῆσθαι δυνάμει διανοηθείη, ἠρεμήσωμεν ἀδικοῦντες, ἵνα καὶ τὸ σοφίας πνεῦμα θεῖον μὴ ῥᾳδίως μεταναστὰν οἴχηται, πάμπολυν δὲ χρόνον καταμείνῃ παρ’ ἡμῖν, ἐπεὶ καὶ παρὰ Μωυσεῖ τῷ σοφῷ·