<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="31"><p>ψυχαὶ μὲν γὰρ ἄσαρκοι καὶ ἀσώματοι ἐν τῷ τοῦ
παντὸς θεάτρῳ διημερεύουσαι θεαμάτων καὶ ἀκουσμάτων θείων, <milestone unit="altpage1" n="p. 267 M."/>  ὧν
ἄπληστος αὐτὰς εἰσελήλυθεν ἔρως, μηδενὸς κωλυσιεργοῦντος ἀπολαύουσιν.<lb n="6"/>
ὅσαι δὲ τὸν σαρκῶν φόρτον ἀχθοφοροῦσι, βαρυνόμεναι καὶ πιεζόμεναι
ἄνω μὲν βλέπειν εἰς τὰς οὐρανίους περιόδους ἀδυνατοῦσι, κάτω δὲ
ἑλκυσθεῖσαι τὸν αὐχένα βιαίως δίκην τετραπόδων γῇ προσερρίζωνται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="32"><p><milestone unit="altref" n="8"/> παρὸ καὶ τὰς ἐκνόμους καὶ ἐκθέσμους ὁμιλίας τε καὶ μίξεις <lb n="10"/>
ἐγνωκὼς ὁ νομοθέτης ἀναιρεῖν προοιμιάζεται τὸν τρόπον τοῦτον· „ἄνθρωπος
ἄνθρωπος πρὸς πάντα οἰκεῖον σαρκὸς αὐτοῦ οὐ προσελεύσεται
ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ κύριος“ (Lev. 18,6). πῶς ἄν τις προτρέψαιτο
μᾶλλον σαρκὸς καὶ τῶν σαρκὸς οἰκείων καταφρονεῖν ἢ τοῦτον
 τὸν τρόπον;</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="33"><p>καίτοι οὐκ ἀποτρέπει μόνον, ἀλλὰ καὶ παγίως ἀποφαίνεται, <lb n="15"/>
ὅτι ὁ πρὸς ἀλήθειαν ἄνθρωπος οὐ προσελεύσεταί ποτε ἑκὼν ταῖς φίλαις
καὶ συγγενέσι σώματος ἡδοναῖς, ἀλλυτρίωσιν δὲ τὴν πρὸς αὐτὰς ἀεὶ
μελετήσει. τὸ μὲν οὖν μὴ ἅπαξ ἀλλὰ δὶς φάναι „ἄνθρωπος ἄνθρωπος“
σημεῖόν ἐστι τοῦ μὴ τὸν ἐκ σώματος καὶ ψυχῆς ἀλλὰ τὸν ἀρετῇ
κεχρημένον δηλοῦσθαι. ὄντως γὰρ ὁ ἀληθινὸς οὗτός ἐστιν, ὃν καὶ τῶν <lb n="20"/>
παλαιῶν λύχνον τις μεσημβρίας ἁψάμενος πρὸς τοὺς πυνθανομένους
 ἄνθρωπον ἔφη ζητεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="34"><p>τὸ δὲ μὴ πρὸς πάντα οἰκεῖον προσέρχεσθαι τῆς
σαρκὸς ἔχει λόγον ἀναγκαῖον. ἔνια γὰρ προσετέον, οἷον αὐτὰ τὰ
ἐπιτήδεια, οἷς χρώμενοι ζῆν ἀνόσως καὶ ὑγιεινῶς δυνησόμεθα, τὰ δὲ
<note xml:lang="mul" type="footnote"><lb/>2 σαρκὸς U
<lb/>3 ἕκαστος U
<lb/>4 γὰρ om. Α
<lb/>5 θελημάτων H 
<lb/>6 αὐτὰς U: εἰς ταύτας MA, εἰς τοσαύτας P, εἰς τοσοῦτον Η (sed υ et ὂν in ras.) 
<lb/>7 τὸν] τῶν AU τὸν φόρτον U
<lb/>8 οὐρανίας, s. s. οὑς Η ὁδοὺς U 
<lb/>9 προσερρίζονται Α
<lb/>10 παρ’ ὃ U, παρ’ ὧν corr. ex παρὸ Α
<lb/>12 ἄνθρωπος om. UH1, ἀνθρώπω AP
<lb/>1 πρὸς πᾶσαν σάρκα οἰκίαν U 14.
<lb/>15 τὸν τρόπον τοῦτον U
<lb/>16 ποτε om. U
<lb/>17 αὐτὰ H 2, αὐτὴν P
<lb/>18 ἄνθρωπος ἀνθρώπῳ Α 
<lb/>19 prius τὸν om. P τὸν ἐν ἀρετὴ U
<lb/>20 ὄντος Α ὃν] ὃς corr. ex ὃν A, ὁ U, ὡς coni. Mang. 20.
<lb/>21 τὸν παλαιὸν Α
<lb/>21 τις] τῆς corr. ex τις Α ἐν μεσημβρία τις λύχνον U
<lb/>22 πάντα τὰ οἰκεῖα U
<lb/>23 ἀναγκαῖον] ἀναπτύξαι ἄξιον coni. Mang. ἔνια μὲν γὰρ U προσεκτέον Α
<lb/>24 δὲ om. H1P</note> <note xml:lang="lat" type="footnote"><lb/>18 —
<lb/>20 Origenes Homilia XXIV
<lb/>2 in Numeron p. 363 (ad Num. 30,2): quae est ista repetencli nominis causa? . . . . ilie interior est homo . . . in ilio namqne est habitaculum virtutum. refutalnr haec. interpretalio in Anguslini Locutionum libr. III
<lb/>59 (ad Levit. 24,15)
<lb/>21 Laert. Diog. VI 41.</note>  

<pb n="v.2.p.49"/>
περιττὰ σκορακιστέον, ὑφ’ ὧν ἐξαπτόμεναι αἱ ἐπιθυμίαι τὰ σπουδαῖα
πάντα ῥύμῃ μιᾷ καταφλέγουσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="35"><p>μὴ πρὸς πάντα οὖν τὰ τῇ σαρκὶ φίλα αἱ ὀρέξεις ἀνηρεθίσθωσαν· ἡδοναὶ γὰρ αἱ ἀτίθασοι πολλάκις, ὅταν κυνῶν
τρόπον προσσαίνωσιν, ἐξ ὑποστροφῆς ἀνίατα ἔδακον. ὥστε τὴν ἀρετῆς
<lb n="5"/> φίλην ὀλιγοδεΐαν πρὸ τῶν σώματος οἰκείων ἀσπαζόμενοι τὸν πολὺν καὶ
ἀνήνυτον ὄχλον ἀσπόνδων ἐχθρῶν καταλύωμεν. ἐὰν δέ πού τις καιρὸς
βιάζηται πλείω τῶν μετρίων καὶ ἱκανῶν λαμβάνειν, αὐτοὶ μὴ προσερχώμεθα·
λέγει γάρ· „οὐ προσελεύσεται αὐτὸς ἀποκαλύψαι ἀσχημοσύνην“.
</p></div></div></body></text></TEI>