<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="16"><p><milestone unit="altref" n="4"/> ψυχὰς οὖν καὶ δαίμονας καὶ ἀγγέλους ὀνόματα μὲν διαφέροντα, ἓν
δὲ καὶ ταὐτὸν ὑποκείμενον διανοηθεὶς ἄχθος βαρύτατον ἀποθήσῃ δεισιδαιμονίαν. <lb n="20"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 φίλε U
<lb/>2 post λαβὼν add. ἀθανάτου ψυχάς U
<lb/>3 τὰ σώματα Α 
<lb/>4 ἠξιώθησαν U ταύταις codd.: αἷς Mang.
<lb/>5 περιεχομέναις UH2: περιεχομέναις αἷς MAH1P
<lb/>6 ἐπιστασίαν scripsi: ἐπίστασιν MAUP, σύστασιν Η
<lb/>7 ποτὲ MAUE: τοτὲ HP δεινῆς U
<lb/>8 ποτὲ MAUPE: τοτὲ Η
<lb/>9 ὥρμησαν MAH1P: ὡρμήθησαν UH2E ἀνέπτησαν E: ἀπέπτησαν ceteri
<lb/>10 ἀνόθως Mang.: ἄνωθέν πως MAHP, ἄνωθεν εὐσθενῶς UE
<lb/>11 τὸν] τῶν Α ἀποθνήσκει Α
<lb/>12 ἀγενήτω Hbr: ἀγεννήτω ceteri
<lb/>13 καταποντωθεῖσαι MAHP: καταποθεῖσαι UE, καταποντισθεῖσαι L
<lb/>14 πνεύμασιν Η οὐδεὶς τὸ U 14.
<lb/>15 τὸ — ἡμῖν om. Ε
<lb/>15 τῶν ἐν ἡμῖν om. U δ’ U
<lb/>16 ψυχρότερα Α
<lb/>17 ὑπὸ MAHE: ἀπὸ UP 
<lb/>18 τὰ om. HP
<lb/>19 οὑν δαίμονας HP ὀνόματι μὲν διαφέροντας E
<lb/>20 ἀποθήση Η: ἀποθήσει MAP, ἀποθήσεις UE</note> <note xml:lang="mul" type="footnote"><lb/>2 sqq. Origenes Contra Celsum V
<lb/>55 p. 620: καὶ τῶν πρὸ ἡμῶν τις ταῦτα ἀνήγαγεν εἰς τὸν περὶ ψυχῶν λόγον ἐν ἐπιθυμία γενομένων τοῦ ἐν σώματι ἀνθρώπων βίου, ἅπερ (leg. ὅνπερ) τροπολογῶν ἔφασκε λελέχθαι θυγατέρας ἀνθρώπων. Comment. in loannem VI 25 p. 142: ἥντινα κατάβασιν αἰνίσσεσθαί τινες ὑπειλήφασι τὴν τῶν ψυχῶν κάθοδον ἐπὶ τὰ σώ· μάτα, θυγατέρας ἀνθρώπων τροπικώτερον τὸ γήινον σκῆνος λέγεσθαι ὑπειληφότες. 
<lb/>6 — 45,
<lb/>8 ἐκεῖναι δ’ ὥσπερ — ἀγγέλων πονηρῶν exstaut iu Epitome Περὶ κόσμου (= E) cap. 3, II p. 604,38 — 605,26 M. consensum codicum, non editionum lectiones adnotavi. 
<lb/>16 cf. Aristot. fr. 60.</note>  

<pb n="v.2.p.45"/>
ὥσπερ γὰρ ἀγαθοὺς δαίμονας καὶ κακοὺς λέγουσιν οἱ πολλοὶ
καὶ ψυχὰς ὁμοίως, οὕτως καὶ ἀγγέλους τοὺς μὲν τῆς προσρήσεως ἀξίους
πρεσβευτάς τινας ἀνθρώπων πρὸς θεὸν καὶ θεοῦ πρὸς ἀνθρώπους ἱεροὺς
καὶ ἀσύλους διὰ τὴν ἀνυπαίτιον καὶ παγκάλην ταύτην ὑπηρεσίαν, τοὺς δ’
<lb n="5"/> ἔμπαλιν ἀνιέρους καὶ ἀναξίους τῆς προσρήσεως καὶ αὐτὸς ὑπολαμβάνων
οὐχ ἁμαρτήσει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="17"><p>μαρτυρεῖ δέ μου τῷ λόγῳ τὸ παρὰ τῷ ὑμνογράφῳ εἰρημένον ἐν ᾄσματι τούτῳ· „ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ,
θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν“ (Psalm.
 77,49). οὗτοί  <milestone unit="altpage2" n="p. 265 Μ."/> εἰσιν οἱ πονηροὶ τὸ ἀγγέλων ὄνομα ὑποδυόμενοι, τὰς
<lb n="10"/> μὲν ὀρθοῦ λόγου θυγατέρας, ἐπιστήμας καὶ ἀρετάς, οὐκ εἰδότες, τὰς δὲ
τῶν ἀνθρώπων θνητὰς θνητῶν ἀπογόνους ἡδονὰς μετερχόμενοι γνήσιον
μὲν οὐδὲν ἐπιφερομένας κάλλος, ὃ διανοίᾳ μόνῃ θεωρεῖται, νόθον δὲ
εὐμορφίαν, δι’ ἧς ἡ αἴσθησις ἀπατᾶται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="18"><p>λαμβάνουσι δὲ οὐ πάσας ἅπαντες τὰς θυγατέρας, ἀλλ’ ἔνιοι ἐνίας ἐκ μυρίων ὅσων ἐπελέξαντο
<lb n="15"/> ἑαυτοῖς, οἱ μὲν τὰς δι’ ὄψεως, ἕτεροι δὲ τὰς δι’ ἀκοῆς, τὰς δ’ αὖ διὰ
γεύσεως καὶ γαστρὸς ἄλλοι, τινὲς δὲ τὰς μετὰ γαστέρα, πολλοὶ δὲ καὶ
τῶν πορρωτάτω διῳκισμένων ἀντελάβοντο τὰς μηκίστας ἐν ἑαυτοῖς
τείνοντες ἐπιθυμίας· ποικίλαι γὰρ ἐξ ἀνάγκης αἱ ποικίλων ἡδονῶν αἱρέσεις,
ἄλλων ᾠκειωμένων ἄλλαις.</p><lb n="20"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="19"><p><milestone unit="altref" n="5"/> Ἐν δὴ τοῖς τοιούτοις ἀμήχανον τὸ τοῦ θεοῦ καταμεῖναι καὶ διαιωνίσαι πνεῦμα, ὡς δηλοῖ καὶ αὐτὸς ὁ νομοθέτης. „εἶπε“ γάρ φησι
„κύριος ὁ θεός· οὐ καταμενεῖ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις εἰς τὸν
αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας“ (Gen. 6,3).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="20"><p>μένει μὲν γὰρ ἔστιν ὅτε, καταμένει δ’ οὐκ εἰσάπαν παρὰ τοῖς πολλοῖς ἡμῖν. τίς γὰρ οὕτως
<note xml:lang="mul" type="footnote"><lb/>1 γὰρ UE: om. ’P, δὲ Η
<lb/>2 2 οὕτω E τῆς] τῆς ἀγαθῆς Η
<lb/>2 προρρήσεως ΑΕ ἀξίους om. HP
<lb/>3 πρεσβύτας U 3.
<lb/>4 ἀσύλους καὶ ἱεροὺς HP
<lb/>4 post ἀσύλους add. φύλακας Ε πανάλην (sic) U
<lb/>5 προρρήσεως Α καὶ αὐτὸς] καὶ ὑπαιτίους coni. Mang.
<lb/>6 ἁμαρτήσεις UH2E 6.
<lb/>7 λόγῳ ὁ ὑμνογράφος οὑτωσὶ λέγων Ε
<lb/>7 τοῦτο U (coni. Mang.)
<lb/>8 θυμὸν — ἀποστολὴν om. E ἀποστελεῖ Α 
<lb/>9 οὗτοι] spat.
<lb/>5 litt. M οἱ ante τὸ add. H
<lb/>2 τὸ om. M
<lb/>1 1 θνητὰς τῶν ἀνθρώπων HP θνητῶν θνητὰς U
<lb/>13 εὐμορφίαν ἧ αἴσθησις ἀπάγεται U 
<lb/>14 ἐνίας MHP: ἐνίας ἃς A, ἅς U ὅσον Α ἐπελέξαντο MAU: ἐξελέξαντο HP 
<lb/>15 δὲ om. HP
<lb/>17 ἀντελάβοντο scripsi: ἀνελάβοντο codd. πρὸς μήκιστον τὰς ἐν conicio vel μηκίστας τὰς ἐν μηκίστας MAU: ἡκίστας (s. s. μ) P, ποικίλας in ras. H
<lb/>18 τείναντες U(?)
<lb/>19 ᾠκειωμένων ΑΗ2: ἐκειουμένων U, οἰκειωμένων MH1P
<lb/>20 τὸ om. U
<lb/>22 οὐ μὴ καταμείνῃ U εἰς om. U
<lb/>23 μὲν om. U
<lb/>24 καταμενεῖ AP οὐκ] οὐδ’ Η</note> <note xml:lang="lat" type="footnote">2.
<lb/>3 cf. Platonis Symposion p. 202 E</note>  

<pb n="v.2.p.46"/>
ἄλογος ἢ ἄψυχός ἐστιν, ὡς μηδέποτε ἔννοιαν τοῦ ἀρίστου μήθ’ ἑκὼν
μήτ’ ἄκων λαβεῖν; ἀλλὰ γὰρ καὶ τοῖς ἐξαγίστοις ἐπιποτᾶται πολλάκις
αἰφνίδιος ἡ τοῦ καλοῦ φαντασία, συλλαβεῖν δ’ αὐτὴν καὶ φυλάξαι παρ’
 ἑαυτοῖς ἀδυνατοῦσιν.</p></div></div></body></text></TEI>