<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="11"><p>ἆρ’ οὖν εἰκὸς δι’ οὗ τὰ ἄλλα, ἔνυδρά τε καὶ χερσαῖα, ἐψύχωται, ἔρημον εἶναι ἢ ψυχῶν ἀμοιρεῖν; τοὐναντίον μὲν οὖν, εἰ καὶ τὰ ἄλλα
<note xml:lang="mul" type="footnote"><lb/>1 θυγατέρας post οὗτοι transpos. Α
<lb/>2 υἱῶν Α
<lb/>3 θηλυτόκος AUH2: θηλυκοτόκος MH1P
<lb/>4 τοὺς om. Α
<lb/>5 ἔμπαλιν coni. Mang. γενέσθαι MAP, mg. H: ἰδέσθαι text. H, γεννᾶσθαι U
<lb/>8 οἱ ἄλλοι U Μωυσῆς ἀγγέλους U Μώσης MAHP
<lb/>9 ποτώμεναι H1P μήτις U ὑπολάβοι Α
<lb/>10 εἶναι τὸ evanida in U, τὸ fort. deest.
<lb/>11 ἐμψυχῶσθαι H1L
<lb/>15 ὅλοι Α ὅλαι δι’ om. U παρ’ ὃ AUP
<lb/>18 εἰσιν Η
<lb/>19 οὐ] οὐδὲ PH1 
<lb/>20 ἐν om. H1P
<lb/>21 πρὸς τοῦ ὁμοίου conicio καὶ eras. Η φήσωμεν U ut vid.
<lb/>23 φιλίως ἀναιτίου U
<lb/>24 ὁποῖος conicio
<lb/>25 ταῖς] τοῖς H 
<lb/>26 πνεύματος] πατρὸς L <add>πάντα</add> πρὸς conicio πλείω Α 28 ἢ U: om. ceteri τὸ ἐναντίον Α</note>  

<pb n="v.2.p.44"/>
πάντα ζῴων ἄγονα ἦν, μόνος ἀὴρ ὤφειλε ζῳοτοκῆσαι τὰ ψυχῆς κατ’
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="12"><p> ἐξαίρετον χάριν παρὰ τοῦ δημιουργοῦ σπέρματα λαβών. <milestone unit="altref" n="3"/> τῶν οὖν
ψυχῶν αἱ μὲν πρὸς σώματα κατέβησαν, αἱ δὲ <milestone unit="altpage1" n="p. 264 Μ"/>  οὐδενὶ τῶν γῆς μορίων
ἠξίωσάν ποτε συνενεχθῆναι. ταύταις ἀφιερωθείσαις καὶ τῆς τοῦ πατρὸς
θεραπείας περιεχομέναις ὑπηρέτισι καὶ διακόνοις ὁ δημιουργὸς εἴωθε <lb n="5"/>
 χρῆσθαι πρὸς τὴν τῶν θνητῶν ἐπιστασίαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="13"><p>ἐκεῖναι δ’ ὥσπερ εἰς ποταμὸν
τὸ σῶμα καταβᾶσαι ποτὲ μὲν ὑπὸ συρμοῦ δίνης βιαιοτάτης ἁρπασθεῖσαι
κατεπόθησαν, ποτὲ δὲ πρὸς τὴν φορὰν ἀντισχεῖν δυνηθεῖσαι τὸ μὲν
 πρῶτον ἀνενήξαντο, εἶτα ὅθεν ὥρμησαν, ἐκεῖσε πάλιν ἀνέπτησαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="14"><p>αὗται
μὲν οὖν εἰσι ψυχαὶ τῶν ἀνόθως φιλοσοφησάντων, ἐξ ἀρχῆς ἄχρι <lb n="10"/>
τέλους μελετῶσαι τὸν μετὰ σωμάτων ἀποθνῄσκειν βίον, ἵνα τῆς ἀσωμάτου
 καὶ ἀφθάρτου παρὰ τῷ ἀγενήτῳ καὶ ἀφθάρτῳ ζωῆς μεταλάχωσιν,</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg007.1st1K-grc1" subtype="section" n="15"><p>αἱ δὲ
καταποντωθεῖσαι τῶν ἄλλων ἀνθρώπων ὅσοι σοφίας ἠλόγησαν ἐκδόντες
ἀστάτοις καὶ τυχηροῖς πράγμασιν ἑαυτοὺς, ὧν οὐδὲν εἰς τὸ κράτιστον
τῶν ἐν ἡμῖν, ψυχὴν ἢ νοῦν, ἀναφέρεται, πάντα δὲ ἐπὶ τὸν συμφυᾶ <lb n="15"/>
νεκρὸν ἡμῶν, τὸ σῶμα, ἢ ἐπὶ τὰ ἀψυχότερα τούτου, δόξαν λέγω καὶ
χρήματα καὶ ἀρχὰς καὶ τιμὰς καὶ ὅσα ἄλλα ὑπὸ τῶν μὴ τεθεαμένων
τὰ πρὸς ἀλήθειαν καλὰ ἀπάτῃ ψευδοῦς δόξης ἀναπλάττεται ἢ ζωγραφεῖται.
</p></div></div></body></text></TEI>