ἆρ’ οὖν εἰκὸς δι’ οὗ τὰ ἄλλα, ἔνυδρά τε καὶ χερσαῖα, ἐψύχωται, ἔρημον εἶναι ἢ ψυχῶν ἀμοιρεῖν; τοὐναντίον μὲν οὖν, εἰ καὶ τὰ ἄλλα 1 θυγατέρας post οὗτοι transpos. Α 2 υἱῶν Α 3 θηλυτόκος AUH2: θηλυκοτόκος MH1P 4 τοὺς om. Α 5 ἔμπαλιν coni. Mang. γενέσθαι MAP, mg. H: ἰδέσθαι text. H, γεννᾶσθαι U 8 οἱ ἄλλοι U Μωυσῆς ἀγγέλους U Μώσης MAHP 9 ποτώμεναι H1P μήτις U ὑπολάβοι Α 10 εἶναι τὸ evanida in U, τὸ fort. deest. 11 ἐμψυχῶσθαι H1L 15 ὅλοι Α ὅλαι δι’ om. U παρ’ ὃ AUP 18 εἰσιν Η 19 οὐ] οὐδὲ PH1 20 ἐν om. H1P 21 πρὸς τοῦ ὁμοίου conicio καὶ eras. Η φήσωμεν U ut vid. 23 φιλίως ἀναιτίου U 24 ὁποῖος conicio 25 ταῖς] τοῖς H 26 πνεύματος] πατρὸς L πάντα πρὸς conicio πλείω Α 28 ἢ U: om. ceteri τὸ ἐναντίον Α πάντα ζῴων ἄγονα ἦν, μόνος ἀὴρ ὤφειλε ζῳοτοκῆσαι τὰ ψυχῆς κατ’ ἐξαίρετον χάριν παρὰ τοῦ δημιουργοῦ σπέρματα λαβών. τῶν οὖν ψυχῶν αἱ μὲν πρὸς σώματα κατέβησαν, αἱ δὲ οὐδενὶ τῶν γῆς μορίων ἠξίωσάν ποτε συνενεχθῆναι. ταύταις ἀφιερωθείσαις καὶ τῆς τοῦ πατρὸς θεραπείας περιεχομέναις ὑπηρέτισι καὶ διακόνοις ὁ δημιουργὸς εἴωθε χρῆσθαι πρὸς τὴν τῶν θνητῶν ἐπιστασίαν. ἐκεῖναι δ’ ὥσπερ εἰς ποταμὸν τὸ σῶμα καταβᾶσαι ποτὲ μὲν ὑπὸ συρμοῦ δίνης βιαιοτάτης ἁρπασθεῖσαι κατεπόθησαν, ποτὲ δὲ πρὸς τὴν φορὰν ἀντισχεῖν δυνηθεῖσαι τὸ μὲν πρῶτον ἀνενήξαντο, εἶτα ὅθεν ὥρμησαν, ἐκεῖσε πάλιν ἀνέπτησαν. αὗται μὲν οὖν εἰσι ψυχαὶ τῶν ἀνόθως φιλοσοφησάντων, ἐξ ἀρχῆς ἄχρι τέλους μελετῶσαι τὸν μετὰ σωμάτων ἀποθνῄσκειν βίον, ἵνα τῆς ἀσωμάτου καὶ ἀφθάρτου παρὰ τῷ ἀγενήτῳ καὶ ἀφθάρτῳ ζωῆς μεταλάχωσιν, αἱ δὲ καταποντωθεῖσαι τῶν ἄλλων ἀνθρώπων ὅσοι σοφίας ἠλόγησαν ἐκδόντες ἀστάτοις καὶ τυχηροῖς πράγμασιν ἑαυτοὺς, ὧν οὐδὲν εἰς τὸ κράτιστον τῶν ἐν ἡμῖν, ψυχὴν ἢ νοῦν, ἀναφέρεται, πάντα δὲ ἐπὶ τὸν συμφυᾶ νεκρὸν ἡμῶν, τὸ σῶμα, ἢ ἐπὶ τὰ ἀψυχότερα τούτου, δόξαν λέγω καὶ χρήματα καὶ ἀρχὰς καὶ τιμὰς καὶ ὅσα ἄλλα ὑπὸ τῶν μὴ τεθεαμένων τὰ πρὸς ἀλήθειαν καλὰ ἀπάτῃ ψευδοῦς δόξης ἀναπλάττεται ἢ ζωγραφεῖται.