<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="81"><p>εἰ δέ τις τῷ τῆς φύσεως εὐστόχῳ καὶ εὐτρόχῳ μὴ πρὸς τὰ ἀστεῖα μόνον, ἀλλὰ καὶ πρὸς
<note xml:lang="mul" type="footnote"><lb/>1 <add>τοῦ</add> πατρὸς ex LXX Cohn
<lb/>3 <add>τοῦ</add> ἀδελφοῦ ex LXX Cohn 
<lb/>4 ἔλαθε U
<lb/>7 Μωυσῇ Cohn: Μωυσῆς U, Μωυσεῖ Mang.
<lb/>8 σεμπωφώραν U
<lb/>9 νομοθετῶν U
<lb/>13 τὴν scripsi: τὸν U, τῶν Mang. 
<lb/>14 ἀποριφείς U, <add>ἀπαρτηθείς, ὁ</add> ἀπορριφείς coni. Holwerda
<lb/>15 Ἄδαν conicio
<lb/>16 αὐτὸς ἑαυτῶ conicio
<lb/>17 εὐθίκτους ἐπιβολὰς Mang.: εὐθήκτους ἐπιβουλὰς U τῶν seclusi, olim παρόντος addebam
<lb/>18 κωλυσιεργοῦντος Tisch.: κωλυσιεργούντων U
<lb/>21 προέρχεσθαι conicio
<lb/>22 τοῖς addidi 
<lb/>23 εὐθήκτῳ U</note> <note xml:lang="lat" type="footnote"><lb/>17 cf. Epicurea p. 187,32. 280,1 21.
<lb/>22 cf. Epicurea p. 181, 16. 18632 Philonis opera vol. ΙΙ 2</note>  

<pb n="v.2.p.18"/>
τὰ ἐναντία κέχρηται τὰ διάφορα ἐξαδιαφορῶν, κακοδαιμονιζέσθω. ἐν
γοῦν ἀρᾶς εἴδει λέγεται κατὰ τὸν τῆς συγχύσεως τόπον, ὅτι „οὐκ ἐκλείψει
ἐξ αὐτῶν πάνθ’ ὅσα ἂν ἐπιθῶνται ποιεῖν“ (Gen. 11,6)· ὄντως γὰρ
ἀνήκεστός ἐστι συμφορὰ ψυχῆς εὐοδεῖν οἷς ἂν ἐπιθῆται, καὶ τὰ αἴσχιστα.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="82"><p>ἐγὼ δ’ ἂν εὐξαίμην, εἴ ποτε διανοηθείην ἀδικεῖν, ἐπιλιπεῖν τἀδικεῖν, καὶ <lb n="5"/>
εἴπερ ζῆν ἀνάνδρως, ἐπιλιπεῖν τὸ ἀκολασταίνειν, καὶ εἰ θρασέως μέντοι
καὶ πανούργως, ἔνδειαν θρασύτητος καὶ πανουργίας γενέσθαι παντελῆ·
εἰ μὴ καὶ τοῖς κλέπτειν ἢ μοιχεύειν ἢ ἀνδροφονεῖν ἐγνωκόσιν οὐκ
ἔστιν ἄμεινον ἐπιδεῖν τούτων ἕκαστον ἐκλελοιπὸς καὶ διεφθαρμένον.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="83"><p><milestone unit="altref" n="24"/> τὴν οὖν Ἀδὰ παραίτησαι, διάνοια, τὴν μαρτυροῦσάν τε τοῖς <lb n="10"/>
φαύλοις καὶ μαρτυρουμένην ἐν <milestone unit="altpage1" n="p. 241 Μ"/>  ταῖς πρὸς ἕκαστα αὐτῶν ἐπιβολαῖς. εἰ
δὲ κοινωνὸν αὐτὴν ἀξιώσεις ἔχειν, μέγιστον ἀποτέξεταί σοι κακόν, τὸν
Ἰωβήλ (Gen. 4,20), ὃς ἑρμηνεύεται μεταλλοιῶν· εἰ γὰρ τῇ μαρτυρίᾳ
χαίρεις ὧν ἂν τύχῃ, στρέφειν καὶ ἀνακυκλεῖν ἕκαστα βουλήσῃ, τοὺς
 παγέντας ὑπὸ τῆς φύσεως τοῖς πράγμασιν ὅρους μετατιθείς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="84"><p>σφόδρα δὲ <lb n="15"/>
καὶ Μωυσῆς ἀχθόμενος τοῖς τοιούτοις καταρᾶται λέγων· „ἐπικατάρατος
ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον“ (Deut. 27,17). καλεῖ δὲ πλησίον καὶ
ἐγγὺς τἀγαθόν· οὐ γὰρ ἀναπτῆναι, φησίν, εἰς οὐρανὸν οὐδὲ πέραν θαλάσσης
ἀφικέσθαι δεῖ κατὰ ζήτησιν τοῦ καλοῦ· ἐγγὺς γὰρ καὶ πλησίον ἵστασθαι
 ἑκάστῳ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="85"><p>καὶ τριχῇ γε αὐτὸ διαιρεῖ φυσικώτατα· „ἐν γὰρ τῷ στόματί <lb n="20"/>
σου“ φησίν „ἐστὶ καὶ ἐν τῇ καρδίᾳ καὶ ἐν ταῖς χερσί“ (Deut.
30,11 — 14), τοῦτο δὴ ἐν λόγοις, ἐν βουλαῖς, ἐν πράξεσι· μέρη γὰρ τοῦ
ἀγαθοῦ ταῦτα, ἐξ ὧν πέφυκε πήγνυσθαι, ὡς ἥ γε ἑνὸς ἔνδεια οὐκ ἀτελὲς
 μόνον ἀπεργάζεται τὸ πᾶν, ἀλλὰ καὶ συνόλως ἀναιρεῖ.</p></div></div></body></text></TEI>