<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="66"><p><milestone unit="altref" n="19"/> Υἱὸς δὲ τοῦ Ἐνὼχ λέγεται Γαϊδάδ (Gen. 4, 18), ὃ ἑρμηνεύεται
ποίμνιον, σφόδρα ἀκολούθως· τὸν γὰρ τῷ νῷ χαριζόμενον τὰ
πάντα τῷ μηδὲ τὴν αὑτοῦ φύσιν ἥτις ἐστὶ καταλαβεῖν δυναμένῳ γεννᾶν <lb n="25"/>
ἀλόγους ἥρμοττε δυνάμεις, ἀγειρομένας εἰς ποίμνιον· οὐ γὰρ λογικῶν
 ἀνδρῶν τὸ δόγμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="67"><p>ποίμνη δὲ πᾶσα τὸν ἐπιστάντα οὐκ ἔχουσα ποιμένα
<note xml:lang="mul" type="footnote"><lb/>2 αὐτὴ U καὶ add. Mang.
<lb/>3 Τάνεως scripsi: τοῖς νεωστί U, τῆς Τάνεως τρ Jlang. πρεσβυτέραν scripsi: πρέσβυ U, πρεσβυτέρας Mang.
<lb/>4 Αἰγύπτου Tisch.: Αἰγυπτίου U
<lb/>5 ἀποκρίσεως] an ταπεινώσεως ? v. Testiinonia
<lb/>8 ὁ addidi τὸ τὸν θεὸν ὁρῶν Mang., τὸ θεὸν ὀρῶν coui. Cohn ὁρᾶν U ἀγεννήτου U
<lb/>10 ὁ seclusi
<lb/>12 πρεσβυτέρα coni. Mang.
<lb/>14 τῇ ἑβδόμῃ U, τῇ om. v
<lb/>25 αὐτοῦ U 
<lb/>26 ἀγειρομένας Mang.: ἐγειρομένας U λογίων Tisch.</note> <note xml:lang="mul" type="footnote">4.
<lb/>5 cf. Onomastica p. 199,80 Τανίης ἐντολὴ ταπεινή 51,3 Tanis inandaiis humile 5829 Tanis mandalum bumilc.</note>  

<pb n="v.2.p.15"/>
 μεγάλαις ἐξ ἀνάγκης κακοπραγίαις  <milestone unit="altpage2" n="p. 238 M."/> χρῆται, ἅτ’ οὐ δυναμένη δι’
ἑαυτῆς ἀπωθεῖσθαι μὲν τὰ βλάπτοντα, αἱρεῖσθαι δὲ τὰ ὠφελήσοντα.
παρὸ καὶ Μωυσῆς εὐχόμενός φησιν· „ἐπισκεψάσθω κύριος ὁ θεὸς τῶν
πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης,
<lb n="5"/> ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις εἰσελεύσεται, καὶ
ὅστις ἐξάξει αὐτοὺς καὶ ὅστις εἰσάξει, καὶ οὐκ ἔσται ἡ συναγωγὴ
κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστι ποιμήν“ (Num. 27, 16. 17).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="68"><p>ὅταν γὰρ ὁ προστάτης ἢ [ὁ] ἐπίτροπος ἢ πατὴρ ἢ ὅ τι φίλον καλεῖν τοῦ
συγκρίματος ἡμῶν, ὁ ὀρθὸς λόγος, οἴχηται καταλιπὼν τὸ ἐν ἡμῖν
<lb n="10"/> ποίμνιον, ἀτημέλητον ἐαθὲν διόλλυται μὲν αὐτό, μεγάλη δὲ τῷ δεσπότῃ
ζημία γίνεται· τὸ δ’ ἄλογον καὶ ἀπροστασίαστον θρέμμα χηρεῦσαν
ἀγελάρχου τοῦ νουθετήσοντός τε καὶ παιδεύσοντος μακρὰν λογικῆς καὶ
ἀθανάτου ζωῆς ἀπῴκισται. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="69"><p><milestone unit="altref" n="20"/> διὸ τοῦ Γαϊδὰδ υἱὸς εἶναι λέγεται Μαιήλ (Gen. 4, 18), οὗ τὸ ὄνομα μεταληφθέν ἐστιν ἀπὸ ζωῆς θεοῦ.
<lb n="15"/> ἐπεὶ γὰρ τὸ ποίμνιον ἄλογον, ὁ δὲ θεὸς πηγὴ λόγου, ἀνάγκη τὸν ἀλόγως
βιοῦντα τῆς θεοῦ ζωῆς ἀπεσχοινίσθαι. τὸ μὲν οὖν κατὰ θεὸν ζῆν ἐν
τῷ ἀγαπᾶν αὐτὸν ὁρίζεται Μωυσῆς· λέγει γὰρ ὅτι ἡ ζωή σου τὸ ἀγαπᾶν
τὸν ὄντα (Deut. 30, 19. 20).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="70"><p>τοῦ δ’ ἐναντίου βίου παράδειγμα τίθεται τὸν ἐπιτυχόντα τοῦ κλήρου τράγον· „στήσει γὰρ αὐτὸν“ φησί „ζῶντα
<lb n="20"/> ἐναντίον κυρίου τοῦ ἐξιλάσασθαι ἐπ’ αὐτοῦ, ὥστε ἐξαποστεῖλαι αὐτὸν
εἰς τὴν ἀποπομπήν“ (Lev. 16, 10), ἄγαν ἐξητασμένως·</p></div></div></body></text></TEI>