<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="61"><p>ἡ μὲν οὖν σωματικαῖς συζυγίαις ὑποβάλλουσα αὑτὴν οἰκήτορας ἔχει τοὺς λεχθέντας·
ἑρμηνεύεται δὲ ὁ μὲν Ἀχειμὰν ἀδελφός μου, ὁ δὲ Σεσεὶν ἐκτός μου,
<lb n="20"/> ὁ δὲ Θαλαμεὶν κρεμάμενός τις· ἀνάγκη γὰρ ψυχαῖς ταῖς φιλοσωμάτοις
ἀδελφὸν μὲν νομίζεσθαι τὸ σῶμα, τὰ δὲ ἐκτὸς ἀγαθὰ διαφερόντως τετιμῆσθαι·
ὅσαι δὲ τοῦτον διάκεινται τὸν τρόπον, ἀψύχων ἐκκρέμανται καὶ
 <milestone unit="altpage1" n="p. 237 M."/>   καθάπερ οἱ ἀνασκολοπισθέντες ἄχρι θανάτου φθαρταῖς ὕλαις προσήλωνται.
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="62"><p>ἡ δὲ τῷ καλῷ συνεζευγμένη διαφερόντων ταῖς ἀρεταῖς ἔλαχεν οἰκητόρων, <lb n="25"/> οὓς τὸ διπλοῦν σπήλαιον (Gen. 23, 9) ζυγάδην κεχώρηκεν, Ἀβραὰμ
<note xml:lang="mul" type="footnote">1.
<lb/>2 Ἡλιούπολιν U
<lb/>2 <add>ὁ</add> ἥλιος Cohn νύκτωρ conicio
<lb/>4 alterum τὰ om. U 4.
<lb/>5 παραλαμβάνεσθαι Max.
<lb/>6 ὃς Max.: ὃ ὡς U
<lb/>7 πολὺν U 
<lb/>8 προφαίνεσθαι Max.: προφέρεσθαι U
<lb/>10 ἐβουλεύσατο D C D R, ἐβουλεύσαντο D V 
<lb/>11 <add>διὸ Χεβρὼν</add> πρὸ Τάνεως τῆς πόλεως οἰκοδομεῖται conicio, sed lacuna maior 
<lb/>13 γενεὰς U: γενεᾶς v ’Eνάχ scripsi: Ἑνώχ U
<lb/>14 Τάνιν] τὰ νῦν U 15.
<lb/>16 φυσικώτατον <add>τὸ</add> τὰς ὁμωνυμίας εἴδεσι διαστέλλεσθαι scripsi: φυσικωτάτοις φυσικωτάτως, ut Tisch. adnot.) κτλ. U, φυσικωτάτως τὰς ὁμωνυμίας εἰδὼς διαστέλλεσθαι Holwerda
<lb/>16 διαστέλλεται Mang. γὰρ add. Cohn
<lb/>18 αὐτὴν U 
<lb/>24 διαφερόντων Mang.: διαφερόντως U</note> <note xml:lang="mul" type="footnote"><lb/>2 ἁ ὥσπερ γὰρ — προφαίνεσθαι habent codd. nonnulli Maximi Eclogarum, velut Barberinus I 158
<lb/>9 —
<lb/>10 D C fol. 111r ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας DK fol. 80v D V p. 349: ὁ νοῦς ἑκάστω — ἀψευδέστατος</note>  

<pb n="v.2.p.14"/>
Σάρραν, Ἰσαὰκ Ῥεβέκκαν, Λείαν Ἰακώβ, ἀρετὰς καὶ τοὺς ἔχοντας. ἡ
Χεβρὼν αὕτη, μνήμας ἐπιστήμης <add>καὶ</add> σοφίας θησαυροφυλακοῦσα, προτέρα
καὶ Τάνεως καὶ πάσης ἐστὶν Αἰγύπτου. πρεσβυτέραν γὰρ ἡ φύσις
ψυχὴν μὲν σώματος, Αἰγύπτου, ἀρετὴν δὲ κακίας, Τάνεως — ἐντολὴ γὰρ
ἀποκρίσεως ἑρμηνεύεται Τάνις — εἰργάζετο, τὸ πρεσβύτερον ἀξιώματι <lb n="5"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="63"><p> μᾶλλον ἢ χρόνου μήκει δοκιμάσασα. <milestone unit="altref" n="18"/> παρὸ καὶ τὸν Ἰσραὴλ νεώτερον
ὄντα χρόνῳ πρωτόγονον υἱὸν (Exod. 4, 22) ἀξιώματι καλεῖ, διασυνιστὰς
ὅτι <add>ὁ</add> τὸν θεὸν ὁρῶν, ἀρχεγονώτατον ὄν, τετίμηται, τοῦ ἀγενήτου γέννημα
πρώτιστον, ἐκ τῆς παρὰ τοῖς θνητοῖς μισουμένης ἀρετῆς ἀποκυηθέν, ᾧ
[ὁ] νόμος ἐστὶν ὡς πρεσβυτάτῳ διπλᾶ δίδοσθαι τὰ πρεσβεῖα (Deut. 21,17). <lb n="10"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="64"><p>διὰ τοῦτο καὶ ἡ ἑβδόμη τάξει μὲν ἐπιγέννημά ἐστιν ἑξάδος, δυνάμει
δὲ πρεσβυτάτη παντὸς ἀριθμοῦ, μηδὲν διαφέρουσα μονάδος. δηλώσει
δὲ καὶ αὐτὸς ἐν τῷ τῆς κοσμοποιίας ἐπιλόγῳ φάσκων· „καὶ κατέπαυσεν
ὁ θεὸς ἐν τῇ ἡμέρα τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν
ἐποίησε· καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν <lb n="15"/>
αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο
 ὁ θεὸς ποιῆσαι“ (Gen. 2, 2. 3).</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg006.1st1K-grc1" subtype="section" n="65"><p>εἶτ’ ἐπιλέγει· „αὕτη ἡ βίβλος γενέσεως
οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν
καὶ τὴν γῆν“ (Gen. 2, 4). τῇ δὲ πρώτῃ ταῦτα γέγονεν, ὥστε τὴν
ἑβδόμην εἰς μονάδα τὴν πρώτην καὶ ἀρχὴν τῶν ὅλων ἀναφέρεσθαι. ταῦτ’ <lb n="20"/>
ἐμηκύναμεν ὑπὲρ τοῦ δεῖξαι τηλαυγέστερον τὴν δόξαν, ἣν ὁ Κάιν ὥσπερ
τινὰ πόλιν οἴεται δεῖν κατασκευάζειν.</p></div></div></body></text></TEI>